← 狄摩西尼

序言集

§2.1-2.3

告诫民众勿在民主政体下偏向寡头派

演说者指出公民们口称民主政体却喜听寡头派言论的自相矛盾,告诫他们勿向图谋不轨者授人以柄,并指明民众一无所获而反对派得势的严峻现实正是其演说的立论出发点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

οὐχὶ ταὐτὰ γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι,1 ὅταν τε τὸ τῆς πολιτείας ὄνομʼ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ.

雅典的公民们,每当我听到你们政体的名称,又每当我看到你们当中某些人对待那些为该政体辩护的发言者的态度时,涌上我心头的并不是同一种看法。因为,正如诸位所知,你们虽然将政体称为民主政体,但我却看到你们当中有些人更乐意倾听那些发表与此政体截然相反言论的人。

§2.2

ὃ καὶ θαυμάζω τίς ποθʼ ἡ πρόφασις. πότερον προῖκα λέγειν ταῦτʼ αὐτοὺς οἴεσθε; ἀλλʼ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτʼ εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρʼ ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλʼ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφʼ ὑμῶν χρηστὸς νομίζοιτʼ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς,2 ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότʼ αἰσθήσεσθʼ ἡμαρτηκότες, ἡνίκʼ οὐδʼ ὁτιοῦν ὑμῖν πλέον ἔσται.

关于这一点,我也很奇怪究竟有什么借口。你们以为他们发表这些言论是不求报酬的吗?然而,这些人所代为张目的寡头政权掌权者们,宁肯为他们的沉默付出更多。难道你们认定这些言论比另一种言论更好吗?那么在你们看来,寡头政治显然比民主政治更好了。难道你们认为这些人本身更优秀吗?一个公然发表演说反对现行政体的人,又有谁能够合理地被你们视为贤良之士呢?因此,剩下的唯一结论就是,一旦你们抱有这种念头,那就是你们在犯错。所以,雅典的公民们,谨防陷入这种境地,以免给图谋不轨者留下把柄,随后直到于你们毫无裨益之时,才察觉自己犯了大错。

§2.3

β τὸ μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ πάνθʼ ὡς ἂν ἡμεῖς βουλοίμεθʼ ἔχειν μήτε παρʼ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν· πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν.3 τὸ δὲ μηδʼ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. ἡ μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.

β雅典的公民们,无论在我们自身内部还是在同盟者当中,并非一切都如我们所愿,这或许一点也不足为奇;因为命运的偶然性支配着许多事情,而且由于我们身为人类,事情不能尽如人意也是有诸多缘由的。但是,平民百姓毫无所获,而反对者们却反倒占尽优势,雅典的公民们,在我看来,这既令人诧异,又令明智之士感到恐惧。这便是我全篇演说的开端。

语法注3 条
  1. 2.1οὐχὶ ταὐτὰ γιγνώσκειν ... παρίσταταί μοι

    无人称动词 παρίσταται(意为“某想法浮现于心”)支配不定式 γιγνώσκειν 作其逻辑主语。短语 οὐχὶ ταὐτά(“非相同之事”)将随后的两个 ὅταν 从句(听到政体名称时与看到对待该政体辩护者的态度时)进行对比,表达出判断上的无法一致与内在矛盾。

  2. 2.2οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς

    表语形容词 λοιπόν(“剩余的、必然的”)省略了系动词 ἐστί,其后接“对格加不定式”结构 ἁμαρτάνειν ὑμᾶς 作真正主语。这承接前文的一系列排除法推论(辩士是否无偿发表演说、寡头政治是否更优、辩士本人是否更优秀),得出唯一的逻辑结论:唯有你们在犯错。

  3. 2.3τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν

    带冠词属格不定式 τοῦ ... συμβαίνειν 用作限定性属格,修饰名词 προφάσεις(“……的理由”)。ἀνθρώποις οὖσιν 是 συμβαίνειν 的与格补足语,分词 οὖσιν 带有情态或原因色彩,意为“对于身为凡人的人们而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:2.1-2.3