- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:1.1-1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明了自己率先起立发言的理由,并敦促雅典人摒弃以往失败的政策而采取相反的措施,拒绝讨好取悦的言辞,转而采取严苛却必需的行动。
εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην1 ἃ γιγνώσκω λέγειν· ἐπειδὴ δʼ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν.2
雅典的公民们,如果现在提出讨论的是某种新事务,我本会等待大多数惯常发言者发表意见;若他们的言论中有令我满意之处,我就会保持沉默;若没有,到那时我也会亲自尝试说出自己的看法。但是,既然你们现在讨论的是这些人此前多次谈及的事务,我认为自己即使第一个站起来,理应被看作是在他们之后发言。
εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν· ἐπειδὴ δʼ ὅσην ἅπαντες ὁρᾶτʼ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν ἃ κράτιστʼ εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτʼ ἐπὶ τοῦ πολεμεῖν ὄντες3 τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία· εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τἀναντίʼ εἰκὸς βελτίω ποιῆσαι.
如果局势良好,本就没有任何建言的必要。但既然正如大家所见,局势充满困难,我将在现有情况下尝试就我认为最好的方案提出建议。首先,你们必须认识到,你们从前在战争状态中所做的事情,今后一件也不可再做,反而应当全然反其道而行之。因为如果那些做法致使局势恶化,那么相反的做法理应使其好转。
ἔπειτα νομιστέον οὐχ ὃς ἂν4 ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν (ὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα), ἀλλʼ ὃς ἂν τὸ χαρίζεσθαι παρείς, ἃ δεῖ καὶ διʼ ὧν παυσαίμεθʼ ἂν αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσʼ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθʼ ὑπερβήσεται,5 δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δʼ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθʼ ἃ πάλαι ʼθελοντὰς προσῆκεν ποιεῖν.
其次,不可认为对你们不作要求或只作微小要求的人说得正确(因为你们看到,正是出于此类希望和言辞,目前的局势才堕落到了极度的困境),而应当认为,唯有舍弃讨好迎合、说出必要之事以及说出能让我们停止蒙羞受损之途径的人,才是说得正确的。事实上,如果在言辞中为了不使人痛苦而略去的所有事情,现实事态也会随之略过,那么自当迎合听众的喜好来发表演说;但如果言辞上的讨好一旦不当,在事实上就会成为祸害,那么自欺欺人并在走投无路的极端迫切之下才去做很久以前就该自觉去做的事情,便是可耻的。
- 1.1ἐπισχὼν ἂν ... ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην
非真实条件句结构。分词 ἐπισχών 带小词 ἄν,表示在假设从句(εἰ ... προὐτίθετο)的前提下本会发生的动作(“等待之后”)。主句则通过 μέν...δέ 对举了两种非真实的推论(ἡσυχίαν ἂν ἦγον 与 ἐπειρώμην ἄν)。
- 1.1εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν
不定式 δοκεῖν 与 ἄν 连用,对应直接引语中的潜势祈愿语气(εἰκότως ἂν δοκοίην),意为“理应被认为……”。介词短语 μετὰ τούτους 表示时间顺序,其逻辑在于:既然那些惯常发言者过去已就此论题发言多次,故演讲者虽第一个起立,在实质上仍是“在他们之后”发言。
- 1.2ἐπὶ τοῦ πολεμεῖν ὄντες
介词 ἐπί 接带冠词属格不定式 τοῦ πολεμεῖν,构成表示“处于战争状态”或“从事战争”的惯用表达。与分词 ὄντες 结合,作表示时间的情状分词(“当你们处于交战状态时”)。
- 1.3νομιστέον οὐχ ὃς ἂν ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν ... ἀλλʼ ὃς ἂν
在由动形容词 νομιστέον 支配的宾格不定式结构(τοῦτον ὀρθῶς λέγειν)中,关系从句(ὃς ἂν ... προστάττῃ)先置于其指示先行词 τοῦτον 之前(先取构式)。其主干为“οὐ τοῦτον ..., ἀλλʼ [ἐκεῖνον] ὃς ἂν ...”的对比并列结构。
- 1.3καὶ τὰ πράγμαθʼ ὑπερβήσεται
在条件从句(εἰ μέν...)内部,紧接关系从句(ὅσʼ ἂν...)之后的副词性 καί(“也、同样”)将 τὰ πράγματα 与 τῷ λόγῳ 加以对比,用于突出对照关系,表示“若在言语中所略过之事,实际情况亦将随之略过”。
