← 狄摩西尼

序言集

§15.1-15.2

向习惯虚妄的听众进言之难与决意

演说者指出,寻找改善城邦局势的良策本身并不难,难在如何向习惯了虚妄之辞的听众直言而不招致迁怒,但他仍决心抛开顾虑陈述最佳方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

περὶ μὲν τῶν παρόντων, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοὶ δοκεῖ τῶν χαλεπῶν εἶναι1 ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων2 ὅ τι ἄν τις λέγῃ, ἀλλʼ οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτʼ ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστʼ εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρʼ ὑμῶν, ταύτην3 ἀπενέγκασθαι συμβῇ.

雅典的公民们,关于城邦当下的局势,尽管并未处于应有的状态,但在我看来,探寻人做些什么才能使局面改善,绝非什么难事。然而,究竟应当以何种方式向你们谈论这些问题,我认为这具有极大的困难——这并非因为你们无法理解别人所说的话,而是因为在我看来,你们已经习惯于倾听如此之多虚假的、除对局势最有利者之外的各色言论,以至于我担心,你们本应对那些欺骗你们的人所怀有的憎恨,反倒会落在如今说出最善之言的人头上。

§15.2

ὁρῶ γὰρ ὑμᾶς πολλάκις οὐ τοὺς αἰτίους τῶν πραγμάτων μισοῦντας, ἀλλὰ τοὺς ὑστάτους περὶ αὐτῶν εἰπόντας τι πρὸς ὑμᾶς. οὐ μὴν ἀλλὰ4 καίπερ οὕτως ἀκριβῶς ταῦτα λογιζόμενος, ὅμως οἶμαι δεῖν πάντα παρεὶς τἄλλα περὶ αὐτῶν τῶν παρόντων ἃ κράτιστα νομίζω λέγειν.

因为我常常看到,你们所憎恨的不是那些造成事态的罪魁祸首,而是最后就此事向你们发言的人。尽管如此,哪怕我对这些有着如此清醒的估计,我仍然认为自己必须抛开所有其他事情,就当下的局势本身,直言我认为最为妥善的策略。

语法注4 条
  1. 15.1τῶν χαλεπῶν εἶναι

    与 εἶναι 连用的部分属格作表语,意为“属于困难之列”或“是难事之一”。句子的主语是后文的不定词短语 ζητῆσαι ...。

  2. 15.1οὐχ ὡς οὐ συνησόντων

    由 ὡς 与将来时分词 συνησόντων 构成的属格独立结构,表主观或假设的理由。由前面的 οὐχ 和分词前的 οὐ 形成双重否定,意为“并非因为你们将无法理解”。分词的逻辑主语根据上下文为“你们(雅典人)”。

  3. 15.1ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρʼ ὑμῶν, ταύτην

    先行名词 ἀπέχθειαν 被吸收入关系从句(incorporation),随后在主句中由指示代名词 ταύτην 承接复指。若按常规语序重构则为 ταύτην τὴν ἀπέχθειαν ἣν προσῆκεν ...,意为“那份本该由你们施加给欺骗者们的憎恨”。

  4. 15.2οὐ μὴν ἀλλά

    转折惯用短语,意为“尽管如此”、“然而”。它与随后的让步分词短语(καίπερ ...)以及 ὅμως(仍然)相呼应,引出演说者即使明知风险也决意直抒胸臆的态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:15.1-15.2