← 狄摩西尼

序言集

§14.1-14.3

纠正公民言行不一与应对迫在眉睫的危机

演说者指出公民们在私下与在公民大会上的言行不一,规劝他们放弃逃避责任的伪饰,在危机逼近之前从容应对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

βουλοίμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχοντας, ἃ μέλλω λέγειν, ἀκοῦσαι· καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει διʼ ὧν ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο· καὶ πάλιν αὐτίκα δὴ μάλʼ ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα· ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα μᾶλλον ἢ ταῦτα λεγόντων τινῶν ἀκούετε.

雅典的公民们,我希望你们能全神贯注地听我接下来要说的话;因为这绝非小事。我感到不解的是,究竟为什么在进入公民大会之前,无论遇到你们当中的哪一位,他都能头头是道地指出通过何种方式可以改善当下的局势;而只要你们一散会,每个人又都会同样谈论该当之事;可是在一同集会、正商讨这些问题的时候,你们却去倾听那些谈论除这些之外任何事情的人。

§14.2

ἆρά γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθʼ ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δʼ αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτʼ ἰδίᾳ μέν, ὡς ἄρʼ αὐτὸς ἑτοίμως τὰ βέλτιστʼ ἂν πράττειν δόξων,1 τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δʼ εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι διʼ ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν καθηκόντων ἅπαντες ἔσεσθε;

雅典的公民们,难道你们每个人都知道该当之事,也精通于非难他人,却不愿身体力行;进而在私下里为了表现得似乎自己乐于去行最善之事而斥责他人,但在公开场合,你们却唯恐通过那些会让所有人承担某项应尽义务的决议吗?

§14.3

εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθʼ ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν· εἰ δὲ τὰ πράγμαθʼ ὁρᾶτʼ ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθʼ2 οἷς ἂν πάσχητε.

因此,如果你们认为绝不会有任何危机会穿透这层虚饰,那么继续以这种方式行事也未尝不可;但如果你们看到事态正在逼近,就必须考虑如何不至于在近处与它们搏斗——这些原本是从远处便可防备的事情——也不至于在日后让那些如今被漠视的人对你们所遭受的一切幸灾乐祸。

语法注2 条
  1. 14.2ὡς ἄρʼ αὐτὸς ἑτοίμως τὰ βέλτιστʼ ἂν πράττειν δόξων

    连词 ὡς 连同将来分词 δόξων 表达主观的意图或借口(“显出一副……的样子”),而表示潜能或推测的小辞 ἄν 则修饰不定式 πράττειν(相当于直陈式或祈愿式的 ἑτοίμως τὰ βέλτιστα ἔπραττον ἄν 或 πράττοιμι ἄν,“自己乐于去行最善之事”)。ἄν 并非修饰 δόξων。

  2. 14.3ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθʼ

    这是由 δεῖ σκοπεῖσθαι 所引出的、表示努力与警惕的 ὅπως μή 从句,其后按此类从句的常见规则接将来直陈式动词 μαχεῖσθε 和 ἕξετε(ἕξεθʼ),由 καί 并列连接。中间插入的 ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι 为关系分句,其先行词概括指代 αὐτοῖς 所指涉的事态或威胁(亦即前文的 τὰ πράγματα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:14.1-14.3