- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:52-59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
原告指出莱奥斯特拉托斯及其儿子在诉讼中的自相矛盾以及违反法律基于传闻提出异议的非法性。此外,他对异议制度本身进行了严厉批判,认为其纯属多余且阻碍了司法公正。
τὸ μετὰ ταῦτα τοίνυν πῶς οὐκ ἄτοπον καὶ δεινόν ἐστιν, ἅμα παρακαταβεβληκέναι τοῦ κλήρου πρὸς τῷ ἄρχοντι ὡς ὄντα αὐτὸν Ἀρχιάδου Λεώστρατον τουτονί, τὸν Ἐλευσίνιον τοῦ Ὀτρυνέως, διαμεμαρτυρηκέναι δʼ1 ἕτερον, ὡς αὐτοὶ ὁρᾶτε, φάσκοντα καὶ τοῦτον Ἀρχιάδου υἱὸν εἶναι; καὶ ποτέρῳ δεῖ προσέχειν ὑμῶν ὡς ἀληθῆ λέγοντι;
那么,此后发生的事情怎么能不奇妙而又令人愤慨呢?也就是说,这里的莱奥斯特拉托斯——这个出身于奥特里尼亚却自称是埃莱夫西斯人的人——一方面在执政官面前就该遗产交纳了保证金,声称他自己是阿基阿德斯的儿子,但与此同时,正如你们自己所看到的,另一个人却提出了异议,声称这个人也是阿基阿德斯的儿子。那么,你们应该关注他们中的哪一个,认为谁说的是真话呢?
αὐτὸ γὰρ τοῦτο τεκμήριον οὐκ ἐλάχιστόν ἐστι τοῦ ψευδῆ τὴν διαμαρτυρίαν γεγενῆσθαι, τὸ περὶ τοῦ αὐτοῦ πράγματος μὴ τὸν αὐτὸν ἀμφισβητεῖν. εἰκότως· ὅτε γὰρ οἶμαι Λεώστρατος οὑτοσὶ παρακατέβαλλε τοῦ κλήρου πρὸς ἡμᾶς, οὔπω ὁ διαμεμαρτυρηκὼς νῦν ἐνεγέγραπτο δημότης εἶναι. ὥστε πάντων ἂν δεινότατα πάθοιμεν, εἰ τῇ ὕστερον τῶν πραγμάτων γεγενημένῃ διαμαρτυρίᾳ πιστεύσετε ὑμεῖς.
因为这一事实本身就是异议书纯属虚假的一个极大证据:即对于同一件事,并不是由同一个人提出争议。这也很自然;因为我相信,当这里的莱奥斯特拉托斯针对我们为这笔遗产交纳保证金时,现在提出异议的那个人还没有被登记为区民。因此,如果你们相信在这些事情发生之后才做出的异议,我们将遭受最惨痛的遭遇。
ἀλλὰ μὴν καὶ πρεσβύτερά γε αὑτοῦ2 διαμεμαρτύρηκεν. ὁ γὰρ μήπω ἐν τῷ οἴκῳ τῷ Ἀρχιάδου ὤν, ὅθʼ ἡ λῆξις αὕτη τοῦ κλήρου ἐγένετο, πῶς ἂν εἰδείη τι τούτων; ἔπειτʼ εἰ μὲν αὑτὸν διεμεμαρτυρήκει, εἶχεν ἂν λόγον αὐτῷ τὸ πρᾶγμα· ἀδίκως μὲν ἂν ἔγραφεν, οὐδὲν δʼ ἧττον ὑπὲρ τοῦ κατὰ τὴν ἡλικίαν γʼ ὄντος. νῦν δὲ γνησίους υἱοὺς γέγραφεν τῷ Ἀρχιάδῃ ἐκείνῳ εἶναι, τόν τε αὑτοῦ πατέρα δῆλον ὅτι καὶ τὸν κατὰ τὴν ἐξ ἀρχῆς ποίησιν, οὐκ ἐπιλογισάμενος ὅτι ἐπανεληλυθότες ἦσαν. οὐκοῦν ἀνάγκη πρεσβυτέρας πράξεις αὐτὸν καὶ μὴ τὰς ἐφʼ ἑαυτοῦ γεγενημένας διαμεμαρτυρηκέναι. εἶθʼ ὑμεῖς τῷ τοῦτο τετολμηκότι πιστεύσετε ὡς ἀληθῆ λέγοντι;
而且,他还对比他自己更早的事情提出了异议。因为当这笔遗产的请求提出时,一个还不在阿基阿德斯家里的人,怎么可能知道这些事情呢?此外,如果他是代表他自己提出异议,那这件事对他来说还算说得通;他写下的虽然是不公正的,但不管怎么说,那还是关于符合他自己年龄的人。但事实上,他却写道,那个著名的阿基阿德斯有合法的儿子——这显然是指他自己的父亲和最开始被收养的那个人——而没有考虑到他们已经回去了。因此,他必然是对更早的事情而不是在他自己时代发生的事情提出了异议。难道你们还会相信这个胆敢做出这种事的人,认为他说的是真话吗?
νὴ Δίʼ, ἀλλʼ ἀκηκοὼς τοῦ αὑτοῦ πατρὸς διαμεμαρτύρηκεν. ὁ δέ γε νόμος ἀκοὴν τῶν τετελευτηκότων3 κελεύει διαμαρτυρεῖν, οὐ ζῶντος τοῦ πατρὸς τὰ ὑπʼ ἐκείνου πραχθέντα. ἐπεὶ κἀκεῖνο· διὰ τί ποτε Λεώστρατος οὑτοσὶ οὐχ αὑτόν, ἀλλὰ τοῦτον ἐπεγράψατο τῇ διαμαρτυρίᾳ; τὰ γὰρ πρεσβύτερα τῶν πραγμάτων τὸν πρεσβύτερον ἔδει διαμαρτυρεῖν. ὅτι νὴ Δίʼ, ἂν εἴποι, τοῦτον εἰσπεποίηκα υἱὸν τῷ Ἀρχιάδῃ.
“凭宙斯起誓,他是因为从他父亲那里听说才提出异议的!”然而,法律只允许对死者的传闻进行作证,而不能在父亲还活着的时候就其所做的事进行作证。此外,还有这一点:到底为什么这里的莱奥斯特拉托斯不亲自出面,而是把这个人署名在异议书上?因为更年长的人应该对更早的事情提出异议。“凭宙斯起誓,”他可能会说,“因为我已经把这个人收养为阿基阿德斯的儿子了。”
οὐκοῦν σὲ τὸν εἰσποιοῦντα καὶ κατασκευάζοντα τὰ πράγματα καὶ λόγον ἔδει διδόναι, γενόμενον ὑπεύθυνον ὧν πεποίηκας· πολλή γε ἀνάγκη. ἀλλὰ τοῦτο μὲν ἔφυγες, τῇ διαμαρτυρίᾳ δὲ τοῦτον οὐδὲν εἰδότʼ ἐπεγράψω. ὥστε φανερὸν ὑμῖν ἐστιν, ὦ ἄνδρες δικασταί, τὰ διαμαρτυρούμενα μὴ εἶναι ἀληθῆ, καὶ παρʼ αὐτοῖς γε τούτοις ὁμολογεῖται. καὶ μὴν κἀκεῖνο δίκαιόν ἐστιν, μὴ λέγοντος αὐτίκα μάλʼ ἀκούειν Λεωστράτου τουτουί, ὑπὲρ ὧν γε διαμαρτυρῆσαι οὐκ ἐτόλμησεν.
那么,你应该作为那个收养并策划这些事情的人来做出交代,为你所做的事承担责任;这确实是非常必要的。但是你逃避了这一点,却在异议书上署名了这个一无所知的人。因此,裁判官们,显而易见,异议的内容并不是真实的,而且这正是由他们自己所承认的。此外,不听取这里的莱奥斯特拉托斯等一下关于他自己不敢提出异议的事所做的辩解,也是公正的。
ὡς δὲ καὶ τῶν ἀγώνων ἀδικώτατοι καὶ πλείστης ὀργῆς ἄξιοι τοῖς ἀγωνιζομένοις αἱ διαμαρτυρίαι εἰσίν, μάλιστʼ ἄν τις ἐκεῖθεν καταμάθοι. πρῶτον μὲν γὰρ οὐκ ἀναγκαίως ἔχουσιν, ὥσπερ οἱ ἄλλοι, ἀλλʼ ἐκ προαιρέσεως καὶ βουλήσεως τῆς τοῦ διαμαρτυροῦντος γίγνονται. εἰ μὲν γὰρ ὑπὲρ τῶν διαμφισβητουμένων μὴ ἔστιν ἄλλον τρόπον δίκην λαβεῖν ἢ διαμαρτυρήσαντα, ἴσως ἀναγκαῖον τὸ διαμαρτυρεῖν· εἰ δὲ καὶ ἄνευ διαμαρτυρίας πρὸς ἅπασι τοῖς συνεδρίοις ἔνεστι λόγου μὴ ἀποστερηθῆναι, πῶς οὐ προπετείας καὶ τῆς μεγίστης ἀπονοίας σημεῖον τὸ διαμαρτυρεῖν ἐστιν; οὐδὲ γὰρ ὁ νομοθέτης ἀναγκαῖον αὐτὸ ἐποίησεν τοῖς ἀντιδίκοις, ἀλλʼ ἂν βούλωνται διαμαρτυρεῖν, ἔδωκεν, ὥσπερ διάπειραν ποιούμενος τῶν τρόπων ἑνὸς ἑκάστου ἡμῶν, πῶς ποτʼ ἔχοιμεν πρὸς τὸ προπετῶς τι πράττειν.
此外,在所有的诉讼中,异议是最不公正的,也最应该激起诉讼当事人的极大愤怒,这一点大家从以下内容中最容易看出来。首先,它们不像其他诉讼那样是必不可少的,而是源于提出异议者的选择和意志。因为如果对于争议的事项,除了提出异议之外没有其他方式可以获得公正裁决,那么提出异议或许是必不可少的;但是,如果即使没有异议,在所有的法庭前也有可能不被剥夺发言权,那么提出异议怎么能不是轻率和极大狂妄的标志呢?因为甚至立法者也没有把它规定为诉讼当事人的必经程序,而是在他们想要提出异议时才予以允许,这就像是在考验我们每个人的性格,看看我们对轻率行事的倾向到底如何。
ἔτι τοίνυν ἐπὶ τὸ τῶν διαμαρτυρούντων μέρος4 οὔτε δικαστήρια ἦν ἂν οὔτε ἀγῶνες ἐγίγνοντο· κωλύει γὰρ πάντα ταῦτα τὸ τῶν διαμαρτυριῶν γένος καὶ ἀποκλείει εἰσαγωγῆς ἕκαστα τῆς εἰς τὸ δικαστήριον, κατά γε τὴν τοῦ διαμαρτυροῦντος βούλησιν. διόπερ οἶμαι δεῖν κοινοὺς ἐχθροὺς τοὺς τοιούτους ἀνθρώπους ὑπολαμβάνειν πᾶσιν εἶναι, καὶ μηδέποτε τυγχάνειν αὐτοὺς συγγνώμης ἀγωνιζομένους παρʼ ὑμῖν· προελόμενος γὰρ ἕκαστος αὐτῶν τὸν ἐκ τοῦ διαμαρτυρῆσαι κίνδυνον, οὐκ ἀναγκασθεὶς εἰσέρχεται.
此外,如果依从提出异议者的意图,那么既不会有法庭,也不会有诉讼发生;因为异议这一类诉讼会阻碍所有这些事情,并根据提出异议者的意志,把每一桩案件都排除在法庭的准入之外。因此,我认为应当把这样的人视为所有人共同的敌人,且在你们面前进行诉讼时绝不应得到宽恕;因为他们每一个人都不是被迫,而是自愿选择承担因提出异议而产生的风险而进来的。
- 52ἅμα παρακαταβεβληκέναι ... διαμεμαρτυρηκέναι δʼ
不定式 παρακαταβεβληκέναι 和 διαμεμαρτυρηκέναι δʼ 并列,用以解释充当主语的名词性短语 τὸ μετὰ ταῦτα(此后发生的事)的实质内容。ἅμα ... δʼ 结构突显了对方相互矛盾的两个同时行为。
- 54πρεσβύτερά γε αὑτοῦ
比较级 πρεσβύτερα(更早的事情)带有比较属格 αὑτοῦ(他自己),意为“比他自己的年龄更早的,或超出他个人经历时代的事情”。
- 55ἀκοὴν τῶν τετελευτηκότων
宾格 ἀκοήν(传闻)是不定式 διαμαρτυρεῖν 的宾语,属格 τῶν τετελευτηκότων(死者的)充当来源属格或宾格性属格。这体现了雅典法律中仅允许对源自死者的传闻证据(ἀκοή)进行作证的规定。
- 59ἐπὶ τὸ τῶν διαμαρτυρούντων μέρος
介词短语 ἐπὶ τὸ ... μέρος 是一个惯用表达,意为“在……的一边 / 就……而言”。在此处具有假设性含义,即“如果任由提出异议者的意图和设计来决定”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
