- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:44-51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
演讲人揭露了莱奥斯特拉托斯家族在雅典法律下关于“合法子嗣”和“合法收养”的主张中的矛盾,指出他们强行登记的违法性,并论证了原告继承权的合理性。
πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὡς ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους ἐκ τῶν Ὀτρυνέων Λεώστρατος οὑτοσὶ καταλιπὼν υἱὸν τῷ Ἀρχιάδῃ γνήσιον, καὶ ὅτι ὁ πατὴρ αὐτοῦ ἔτι πρότερον τὸ αὐτὸ τοῦτʼ ἐπεποιήκει, καὶ ὡς ὁ καταλειφθεὶς ἄπαις τετελεύτηκεν, καὶ ὡς ὁ νῦν διαμεμαρτυρηκὼς πρότερον εἰς τοὺς δημότας ἢ εἰς τοὺς φράτερας ἐνεγράφη, τούτων ὑμῖν τὰς τῶν φρατέρων καὶ τὰς τῶν δημοτῶν μαρτυρίας ἀναγνώσεται,1 καὶ τῶν ἄλλων δὲ τῶν εἰρημένων, ὧν οὗτοι πεποιήκασιν, ἁπάντων ὑμῖν τὰς μαρτυρίας καθʼ ἓν ἕκαστον παρέξομαι. καί μοι κάλει τοὺς μάρτυρας δευρί. ΜΑΡΤΥΡΕΣ.
首先,裁判官们,关于这里的莱奥斯特拉托斯如何留下一个合法的儿子给阿基阿德斯而从奥特里尼亚人那里回到埃莱夫西斯人那里,以及他的父亲在此之前也做过这完全相同的事情,以及那个被留下的人如何在没有孩子的情况下死去,以及现在提出异议的人如何先被登记到区民中、后被登记到胞族成员中——关于这些事情,书记员将为你们宣读胞族成员和区民的证言;而且,对于他们所做的上述其他所有事情,我也将逐一为你们提供证言。请为我把证人传到这里来。 证人。
τῶν μὲν τοίνυν πραγμάτων ἁπάντων ἀκηκόατε, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων περὶ τὸν κλῆρον τοῦτον καὶ τῶν ὕστερον συμβάντων, ἐπειδὴ τάχιστα τὴν λῆξιν ἡμεῖς ἐποιησάμεθα. λοιπὸν δʼ ἐστὶ περί τε τῆς διαμαρτυρίας αὐτῆς εἰπεῖν καὶ περὶ τῶν νόμων καθʼ οὓς ἀξιοῦμεν κληρονομεῖν· ἔτι δέ, ἂν ἐγχωρῇ τὸ ὕδωρ2 καὶ μὴ μέλλωμεν ὑμῖν ἐνοχλεῖν, ἐξελέγξαι τὰ ὑπὸ τούτων ῥηθησόμενα, ὅτι οὔτε δίκαια οὔθʼ ὑγιῆ ἐστι. καὶ πρῶτον μὲν τὴν διαμαρτυρίαν ἀναγνώτω, καὶ σφόδρα τὸν νοῦν αὐτῇ προσέχετε· περὶ γὰρ ταύτης ἡ ψῆφος οἰσθήσεται νυνί. ΔΙΑΜΑΡΤΥΡΙΑ.
因此,裁判官们,关于这笔遗产从一开始发生的所有事情,以及我们一提出申诉后发生的事情,你们都已经听到了。剩下的就是对这一异议本身进行说明,并阐述我们据以要求继承的法律;此外,如果水时还允许,且我们不至于让你们感到厌烦的话,还要反驳他们将要说的那些话,证明那些话既不公正也不健全。首先,请宣读异议书,并请对此给予极大的关注;因为现在将要对这一异议进行投票。 异议书。
οὐκοῦν δήπου διαμεμαρτύρηκεν οὑτοσί, ὡς ἀκηκόατε, μὴ ἐπίδικον εἶναι τὸν κλῆρον τὸν Ἀρχιάδου, ὄντων αὐτῷ παίδων γνησίων κυρίως κατὰ τὸν θεσμόν.3 ἐξετάσωμεν τοίνυν, εἰ εἰσὶν ἢ τὰ ψευδῆ διαμεμαρτύρηκεν οὑτοσί. ὁ γὰρ Ἀρχιάδης ἐκεῖνος, οὗ ἐστιν ὁ κλῆρος, ἐποιήσατο υἱὸν τὸν τοῦ διαμεμαρτυρηκότος νυνὶ πάππον· ἐκεῖνος δʼ ἐγκαταλιπὼν υἱὸν γνήσιον τὸν τούτου πατέρα Λεώστρατον ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους.
因此,正如你们所听到的,这个人提出了异议,声称阿基阿德斯的遗产不是可争夺的,理由是阿基阿德斯拥有符合法律的合法子嗣。那么,让我们来审查一下是否真的有这些子嗣,还是这个人作了虚假的异议。因为遗产的主人、那个阿基阿德斯,收养了现在提出异议者的祖父为儿子;然而,那个祖父在留下这个人的父亲莱奥斯特拉托斯作为合法儿子后,便回到了埃莱夫西斯人那里。
μετὰ δὲ ταῦτα αὐτὸς οὑτοσὶ Λεώστρατος πάλιν ἐγκαταλιπὼν υἱὸν ᾤχετο ἀπιὼν εἰς τὸν πατρῷον οἶκον· ὁ δʼ ἐγκαταλειφθεὶς ὑπὸ τούτου τελευταῖος ἁπάντων τῶν εἰσποιηθέντων τετελεύτηκεν ἄπαις, ὥστε γίγνεται ἔρημος ὁ οἶκος, καὶ ἐπανελήλυθεν ἡ κληρονομία πάλιν εἰς τοὺς ἐξ ἀρχῆς ἐγγύτατα γένους ὄντας.
在这之后,这里的莱奥斯特拉托斯本人再次留下一个儿子,返回到他父亲的家族中;而由他留下的人、也就是所有被收养者中的最后一个,在没有孩子的情况下死去了,结果该家族绝嗣,遗产再次回到了从一开始就是最近亲属的人手里。
πῶς ἂν οὖν εἴησαν κατὰ τὴν διαμαρτυρίαν υἱεῖς ἔτι τινὲς τῷ Ἀρχιάδῃ, ᾧ οἱ μὲν εἰσποιηθέντες ὁμολογοῦνται ἐπανεληλυθέναι, ὁ δʼ ἐγκαταλειφθεὶς τελευταῖος ἄπαις τετελεύτηκεν; οὐκοῦν ἀνάγκη τὸν οἶκον ἔρημον εἶναι. ὁπότε δὲ ἔρημος ὁ οἶκος, οὐκ ἂν εἴησαν υἱεῖς ἔτι ἐκείνῳ γνήσιοι. οὑτοσὶ τοίνυν διαμεμαρτύρηκεν τοὺς οὐκ ὄντας εἶναι, καὶ γέγραφεν ἐν τῇ διαμαρτυρίᾳ ὄντων παίδων, ἕνα φάσκων αὑτὸν εἶναι.
那么,既然大家公认那些被收养的人已经回去,且最后被留下的人也无子而亡,根据异议书,阿基阿德斯怎么可能还会有儿子呢?因此,该家族必然已经绝嗣。而当家族绝嗣时,他就不可能再有合法的儿子。然而,这个人却在异议中声称不存在的人存在,并在异议书中写道“有子嗣在”,并坚称他自己就是其中之一。
ἀλλὰ μὴν γνησίων γʼ ὅταν λέγῃ καὶ κυρίως κατὰ τὸν θεσμόν, παρακρούεται παρὰ τοὺς νόμους. τὸ μὲν γὰρ γνήσιόν ἐστιν, ὅταν ᾖ γόνῳ γεγονός· καὶ ὁ νόμος ταῦτα μαρτυρεῖ λέγων, ἣν ἂν ἐγγυήσῃ πατὴρ ἢ ἀδελφὸς ἢ πάππος, ἐκ ταύτης εἶναι παῖδας γνησίους. τὸ δὲ κυρίως κατὰ τῶν ποιήσεων ὁ νομοθέτης ἔλαβεν, ὑπολαμβάνων δεῖν, ὅταν τις ὢν ἄπαις καὶ κύριος τῶν ἑαυτοῦ ποιήσηται υἱόν, ταῦτα κύρια εἶναι. οὗτος τοίνυν γόνῳ μὲν οὐδένα φησὶν Ἀρχιάδῃ γενέσθαι υἱόν, διαμεμαρτύρηται δὲ γνησίων ὄντων, ἐναντίαν τῷ πράγματι τὴν διαμαρτυρίαν ποιησάμενος.
而且,当他说“合法的”和“根据法令依法”时,他是违反法律在进行欺骗。因为所谓“合法的”,是指通过血缘所生的;法律也为此作证说:“凡是由父亲、兄弟或祖父所定婚的女子,由其所生的子女即为合法子女。” 另一方面,立法者对收养使用了“依法”一词,认为当一个无子且拥有自己财产支配权的人收养了一个儿子时,这应当是有效的。而这个人承认阿基阿德斯并没有通过血缘生下任何儿子,却提出了“有合法子女在”的异议,这使得他的异议与事实完全相反。
ποιητὸς δὲ ὁμολογῶν εἶναι, φαίνεται οὐκ εἰσποιηθεὶς ὑπὸ τοῦ τετελευτηκότος αὐτοῦ, ὥστε πῶς ἔτι σοι κύρια ταῦτʼ ἂν εἴη κατὰ τὸν θεσμόν; ὅτι νὴ Δία ἐγγέγραπται Ἀρχιάδῃ υἱός.4 ὑπό γε τουτωνὶ πρῴην βιασαμένων, ἤδη τῆς τοῦ κλήρου διαδικασίας ἐνεστηκυίας· οὐ δὴ δίκαιον ἐν τεκμηρίῳ ποιεῖσθαι τἀδίκημα.
而且,既然他承认自己是收养的,显然他并不是被死者本人收养的,那么这怎么可能符合法令而对你有效呢?“因为,凭宙斯起誓,他已经被登记为阿基阿德斯的儿子了!”。是的,这是由这些人前几天在遗产继承诉讼已经悬而未决时强行登记的;把他们自己的违法行为当作证据,这显然是不公正的。
καὶ γὰρ ἐκεῖνο πῶς οὐ δεινόν ἐστιν, ὦ ἄνδρες δικασταί, ἐπὶ μὲν τοῦ λόγου αὐτίκα μάλα φήσειν ποιητὸν εἶναι, ἐν δὲ τῇ διαμαρτυρίᾳ τοῦτο μὴ τολμῆσαι γράψαι, ἀλλὰ τὰ μὲν ἐν ταύτῃ διαμεμαρτυρημένα εἶναι ὡς ὑπὲρ υἱοῦ γόνῳ γεγονότος, τὰ δʼ αὐτίκα μάλα ῥηθησόμενα ὡς εἰσποιητοῦ; εἰ δὲ τὴν ἀπολογίαν ἐναντίαν τῇ διαμαρτυρίᾳ ποιήσονται, πῶς οὐκ ἢ τὸν λόγον ἀνάγκη ἢ τὴν διαμαρτυρίαν ψευδῆ εἶναι; εἰκότως δʼ οὐ προσέγραψαν τὴν ποίησιν τῇ διαμαρτυρίᾳ. ἔδει γὰρ ἐγγράψαι αὐτοὺς εἰσποιησαμένου τοῦ δεῖνος· ὁ δʼ οὐκ εἰσεποιήσατο, ἀλλʼ ἑαυτοὺς εἰσποιοῦντες ἀποστεροῦσιν ἡμᾶς τῆς κληρονομίας.
其实,裁判官们,接下来的事情怎么能不荒谬呢?即,在辩词中他马上就会声称自己是收养的,但在异议书中却不敢写下这一点,而是在异议书中像对待一个通过血缘所生的儿子一样提出异议,而在马上要说的辩词中却又像对待一个收养的儿子一样。如果他们的辩护与异议书完全相反,那么,辩词或异议书中必有一方是虚假的,这难道不是显而易见的吗?他们自然没有在异议书中加入收养的事实。因为他们必须写明“某某人收养了他”;然而,死者并未收养他,相反,他们是通过自我收养来剥夺我们的遗产。
- 44ἀναγνώσεται
动词 ἀναγνώσεται(第三人称单数将来时)的主语在原文中并未明示,但指代在雅典法庭上负责宣读证言或法律文件的“书记员(γραμματεύς)”。
- 45ἂν ἐγχωρῇ τὸ ὕδωρ
直译为“如果水允许”,这是指雅典法庭中用来测量发言时间的漏壶水钟(klepsydra)的水的惯用表达,意为“如果时间允许”。
- 46ὄντων αὐτῷ παίδων γνησίων κυρίως κατὰ τὸν θεσμόν
在陈述异议(διαμαρτυρία)内容的 ὡς 从句(ὡς... μὴ ἐπίδικον εἶναι...)中,作为表示理由的独立属格发挥作用。
- 50ὅτι νὴ Δία ἐγγέγραπται Ἀρχιάδῃ υἱός
这是一种设问法(hypophora)的修辞技巧,演讲人提前指出对手可能会做出的反驳。这里的 ὅτι 起到引导对手预想台词的作用。
