- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg039.humanitext-grc2:29-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
说话者以父亲在世时已先将他登记为长子“曼提特乌斯”为由,主张自己对名字的优先权,要求波伊奥托斯保留收养时赐予的名字(波伊奥托斯),并告诫他安分守己、停止中伤。
ἔτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν τῶν ἐτῶν χρόνον οὐδεὶς οἶδεν ὑμῶν (ἐγὼ μὲν γὰρ ἐμοὶ πλείονα, οὗτος δʼ ἑαυτῷ φήσει), τὸν δὲ τοῦ δικαίου λόγον ἅπαντες ἐπίστασθε. ἔστι δʼ οὗτος τίς; ἀφʼ οὗ παῖδας ἐποιήσατο τούτους ὁ πατήρ, ἀπὸ τούτου καὶ νομίζεσθαι.1 πρότερον τοίνυν ἔμʼ εἰς τοὺς δημότας ἐνέγραψε Μαντίθεον, πρὶν εἰσαγαγεῖν τοῦτον εἰς τοὺς φράτερας. ὥστʼ οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ δικαίῳ πρεσβεῖον ἔχοιμʼ ἂν ἐγὼ τοὔνομα τοῦτʼ εἰκότως.
此外,雅典的公民们,你们中没有人知道我们实际的年龄(因为我会说我年长,而这人也会说他自己更年长),但你们所有人都懂得正义的原则。那么这一原则是什么?那就是,从父亲将他们立为孩子的那一刻起,也应从那一刻起被视为他的孩子。因此,父亲在将这人引入胞族之前,已经先将我作为曼提特乌斯登记在区民名簿中。所以,不仅在时间上,而且在法理上,我都理所当然地拥有优先享有这个名字的权利。
εἶεν. εἰ δέ τίς σʼ ἔροιτο, εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις; οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης.
好吧。但如果有人问你:“告诉我,波伊奥托斯,你现在怎么成了阿卡曼提斯部落的人、索里科斯的区民、曼提亚斯的儿子,并分得了他所遗留的财产?”你除了说“因为曼提亚斯在世时也将我立为他的孩子”之外,别无他话可说。“如果有人问你,你对此有什么证据或证词?”你肯定会说:“他把我引入了胞族。”“如果有人问,那他登记你的是什么名字?”你会说:“波伊奥托斯。”因为你就是以这个名字被引入的。
οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπʼ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δʼ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρʼ, εἴ σʼ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος,2 ἢ πατέρʼ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρʼ οὐκ ἂν μέτριʼ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτʼ ἐγώ σʼ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομʼ ἔχειν ὃ ʼκεῖνος ἔδωκέ σοι.
那么,如果你因为这个名字才得以分享国家(公民权)和他留下的财产,却又认为应该抛弃它并为自己换上另一个名字,这岂不是很荒谬吗?试想,如果你的父亲起死回生,要求你,要么保留他亲自收养你时所用的名字,要么宣称另一个人是你的父亲,难道他看起来不是提出了合情合理的要求吗?因此,我也对你提出完全相同的要求:要么将你自己注册在另一个父亲名下,要么保留他赐予你的那个名字。
νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ ὁ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δʼ ὁ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δʼ εἰσάγειν ὁ πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα.
没错,你也许会说,这个名字是出于侮辱和某种恶意而起给你的。但在过去,当父亲还不承认他们时,他们经常说这人母亲的亲属绝不亚于我父亲的亲属。而“波伊奥托斯”正是这人母亲的兄弟的名字。当父亲被迫引入他们时,由于我已经先被引入为“曼提特乌斯”,所以他将这人引入为“波伊奥托斯”,而将他的兄弟引入为“潘菲洛斯”。既然如此,请你指出来,雅典人中有谁曾给自己的两个孩子起过完全相同的名字;如果你能指出来,我就承认父亲给你起这个名字是出于恶意。
καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις.3 ἢ δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.
然而,如果你是这样一个人:一面强迫他收养你,另一面却从不考虑如何去取悦他,那么你就不是一个对父母尽到本分的人;既然你不是,那么你受到恶意对待就不是不公正的,而是你本就该自取灭亡。否则,如果针对由父亲本人认可的孩子的关于父母的法律行之有效,而针对那些强迫违背父亲意愿收养自己的人的法律却变得无效,那岂不是很荒谬吗?
ἀλλʼ, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δʼ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δʼ ἐμὲ συκοφαντῶν, ἀγάπα δʼ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σʼ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλʼ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργʼ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δʼ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότριʼ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι.
但是,极其难缠的波伊奥托斯啊,你最好停止你所做的一切事情;如果你实在不乐意,那看在宙斯的份上,至少听我一劝:停止给你自己制造麻烦,停止中伤我,并满足于你已经获得了国家(市民权)、财产和父亲。没有人要把你从这些东西中赶走,至少我不会。但如果你像你口口声声说的兄弟那样,也做出兄弟该做的事,你就会被认为是亲属;但如果你阴谋策划、提起诉讼、心生嫉妒、大加诽谤,你就会被认为是在侵占他人的东西,并且在不当地使用它。
- 29νομίζεσθαι
不定式 'νομίζεσθαι'(被认为)解释了 'ὁ τοῦ δικαίου λόγος'(正义的原则)的内容。它带有义务或理应的含义(“应当被视为如此”),其未表达的主语是 'τούτους'(这些孩子),与时间关联词 'ἀφʼ οὗ'(自从……起)和 'ἀπὸ τούτου'(就从那时起)相呼应。
- 31ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος
这是一个先行词同化(或并入)的例子,先行词名词 'ὀνόματος' 被拉入关系从句中,并同化为关系代词 'οὗ' 的属格。其基础结构相当于 'ἐπὶ τῷ ὀνόματι ὃ αὐτός σε ἐποιήσατο'(基于他收养你时亲自给你起的名字)。
- 33οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις
分词 'οὐκ ὢν'(若不是此类人)充当虚拟条件句条件从句(相当于 'if you were not')。在主句中,'οὐκ ἐπηρεάζου ἄν'(未完成过去时带 ἄν)表示过去持续的虚拟状态(“你不会受到恶意对待”),而 'ἀπωλώλεις' 是不带 'ἄν' 的直陈式过去完成时,强调过去结果的确定性或紧迫性(“你早就该毁灭了”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
