- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg039.humanitext-grc2:22-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
曼提特乌斯驳斥了波伊奥托斯在仲裁人面前的虚假陈述,指出波伊奥托斯在被承认为亲属之前曾参加其他部落的活动。他还揭示了波伊奥托斯所提财产诉讼中的矛盾,并论证了波伊奥托斯实际上比自己年轻,因而无权继承其祖父的名字。
ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμʼ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτʼ ἔθετʼ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτʼ ὤφθη χρώμενος. ἐγὼ δʼ οὐδένʼ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτʼ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων1 αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι.
此外,这人在仲裁人面前竟然厚颜无耻地声称,父亲曾像为我一样为他举行了出生第十天命名礼,并赐予他这个名字,并且他还出示了一些父亲生前从未交往过的证人。但我认为你们中没有人不知道,任何人都绝不会为一个他不认为是自己亲生骨肉的孩子举行第十天命名礼,也绝不会在举行礼仪并像父亲疼爱儿子那样疼爱他之后,又胆敢再次予以否认。
οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι· πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν2 ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ διʼ ἃν ἀδικηθῶσιν ὑφʼ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτʼ ἂν λέγῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδʼ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων.
因为,即使父亲对他们的母亲怀有怨恨,只要他认为这些孩子是自己的,他就绝不会憎恨他们;因为夫妻之间一旦发生争执,往往更容易因为孩子而和解,而不是因为彼此所受的伤害连带憎恨共同的孩子。他如果这样说,不仅可以从这些事情中看出他在撒谎,而且在他声称是我们的亲属之前,他曾前往希波索提斯部落参加少年合唱队。
καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δʼ εἰδυῖαν πεποιηκότʼ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. εἰς γὰρ τὴν Ἀκαμαντίδʼ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετʼ ἂν οὖσʼ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι. ΜΑΡΤΥΡΕΣ. οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.
然而,你们中有谁会认为,他的母亲会将他送往那个部落呢?正如她所说,她曾遭受父亲的残酷对待,且明知父亲举行过第十天命名礼后又再次予以否认。我绝不认为有人会这样想。因为你同样可以前往阿卡曼提斯部落,而那个部落与名字的赐予也是相符的。为了证明我所说的是真话,我会向你们提供与他同行的人以及知情者作为证人。[证人]因此,这个波伊奥托斯凭借他自己母亲的誓言以及允许她起誓的父亲的愚钝,显然得到了父亲(儿子的身份),并得以进入阿卡曼提斯部落而非希波索提斯部落,但他仍不满足,不仅之前对我进行中伤,如今还对我提起了两三起索要钱财的诉讼。然而,我想你们大家都知道父亲是怎样一个赚钱的人(即他的财务状况如何)。
ἐγὼ δʼ ἐάσω ταῦτα. ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;
但我将略过这些。不过,如果他们的母亲所立的誓言是真实的,那么她通过这些诉讼当场揭穿了他是个中伤者(诬告者)。因为如果他(父亲)如此挥霍,以至于在与我的母亲正式结婚的同时,还占有另一个女人(即你们的母亲),并维持着两个家庭,这样的人怎么可能留下钱财呢?
οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δʼ ἐπὶ ταῦθʼ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπʼ ἐμοῦ, ἀξιοῖ δʼ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομʼ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτʼ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτʼ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τινʼ οὑτωσί, νεώτερον ὄντʼ ἐμοῦ καὶ συχνῷ, ὅσʼ ἐξ ὄψεως,3 οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες)· ἀλλʼ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτʼ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα; εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ. ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις;
雅典的公民们,我并非不知道,这个波伊奥托斯说不出任何公正的道理,而是会搬出他一贯的托词,即父亲听信了我的话而虐待他,并声称自己年纪更大,因而有权继承父系祖父的名字。对于这些话,你们最好听听简短的说明。因为我知道,在他还不是我的亲属时,我看着他就像看着其他任何人一样,他明显比我年轻得多,至少从外表上看是这样,尽管我不以此为绝对依据(因为那很愚蠢);但如果有人问这个波伊奥托斯:“当你要求在希波索提斯部落跳舞,且尚未声称是我父亲的儿子时,你认为自己有权拥有什么名字?”因为如果你回答是“曼提特乌斯”,你绝不能因为自己比我年长而这样说。因为当时你甚至认为我的部落与你无关,你又怎么能争夺我祖父的名字呢?
- 22μὴ νομίζων
表示条件的分词(意为“如果不认为”),对应于虚拟条件句的结论部分(带有 ἄν 的直说过去时 ἐποίησε)。这里使用了主观否定词 μή。
- 23ὧν
关系代词同化(attraction)的一个例子,原本应为宾格的关系代词因先行词省略而被同化为属格。
- 27ὅσʼ ἐξ ὄψεως
由限制性关系代词 ὅσα 和介词短语 ἐξ ὄψεως 构成,表示插入性限制用法“仅从外表来看的话”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
