← 荷马诗颂

荷马诗颂 4:致赫尔墨斯

§226-297

洞穴中的对峙与赫耳墨斯的申辩

阿波罗在库勒涅山的洞穴中找到了藏在襁褓之中的赫耳墨斯,并严厉追问失窃牛群的下落。赫耳墨斯以自己尚属婴孩为由指天发誓予以否认,但阿波罗笑着看穿了其诡计,最终将他抱起带走。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
226

αἰνὰ μὲν ἔνθεν ὁδοῖο,1 τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.

“这边的足迹自道路而言已属诡异,那边的足迹自道路而言更加诡异。”

ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

如此说着,主阿波罗,宙斯之子,疾步而去,

Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφηἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.

来到了林木覆盖的库勒涅山,进入那石壁深暗的洞穴,那里是不朽的仙女诞下克罗诺斯之子宙斯之子的地方。

ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιοκίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.

芳香四溢,弥漫在整座圣山上,许多长腿的羊群在草地上吃草。

ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸνἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.

就在那时,远射者阿波罗亲自急忙走下石阶,进入这阴暗的山洞。

235

Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸςχωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,

宙斯与迈亚之子一注意到远射者阿波罗因牛群之事而发怒,便缩进芬芳的襁褓之中;

σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴνπρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,2ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.

正像树干的许多炭火被木灰覆盖一样,赫耳墨斯一见到远射者便把身体蜷缩起来。

240

ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε.

他在狭小的空间里缩起头和手脚,假装像个刚洗过澡的婴孩,唤来甜美的睡眠,而实际上他完全清醒;他把龟甲藏在腋下。

γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸςνύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.

宙斯与勒托之子认出并无法不识得这位美丽的山中仙女和她可爱的儿子——那个裹在狡黠诡计中的幼小孩子。

παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιοτρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴννέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς·

他环顾了这座宏伟府邸的每一个角落,拿起一把闪亮的钥匙,打开了三个装满神酿和可爱神食的密室;

πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·

里面放着许多金银,还有仙女的许多紫色和洁白的衣裳,正如福乐神明们的神圣府邸内部所拥有的那样。

ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιοΛητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·

勒托之子在搜寻完宏伟府邸的角落后,便用言语对荣耀的赫耳墨斯说道:

ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦςθᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον.3

“喂,躺在摇篮里的孩子,快把牛群的事告诉我;因为我们两人很快就要以不体面的方式决裂了。

ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.

因为我将把你扔进阴暗的塔耳塔洛斯,扔进那可怕而无可奈何的黑暗之中;你的母亲和父亲都无法把你释放到光明之中,你将在地底下游荡,在微不足道的人中作首领。”

260

Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

赫耳墨斯用狡黠的话语回答他:

Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις;

“勒托之子啊,你说了什么如此严酷的话?你来到这里是寻找在野外生活的牛群吗?

οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην·

我没看见,没听说,也没听别人说起;我无法告密,也无法领取告密的赏金。

265

οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.

我一点也不像个赶牛的人,那是个强壮的男人。

οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸςσπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.

这不是我的工作,此前我关心的是别的事情:我所关心的是睡眠、母亲的乳汁、搭在肩上的襁褓和温暖的洗澡水。

μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο,παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαιβουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις.

愿无人知道这场争端从何而起;一个刚出生的孩子为了在野外生活的牛群而穿过门廊,这在不朽的神明中确实会成为一个极大的奇迹;你说话太不合适了。

χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών.εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,4μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

我昨天才出生,双脚娇嫩,地下的泥土粗糙。但如果你愿意,我可以指着父亲的头颅起一个大誓:我保证我自己并非罪魁祸首,也未曾见过其他偷你牛群的贼,无论这些牛是什么——因为我只是听人传说而已。”

ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσωνὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.

他如此说着,双眼紧闭又迅速眨动,不时扬起双眉,四处张望,长长地吹着口哨,把这些话当作空话听。

τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·

远射者阿波罗微微一笑,对他说:

ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴωπολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάονταςἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι,σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις·

“哎,你这小家伙,骗子,诡计多端的人,我确实认为你将常常在夜里潜入建造精美的房屋,在没有声响的情况下洗劫房屋,让许多人不只是一个坐在地上,正如你所说的那样;

πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆραςοὔρεος ἐν βήσσῃς, ὁπότʼ ἂν κρειῶν ἐρατίζωνἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.

在山谷中,你将让许多在野外生活的牧羊人悲伤,每当你渴望肉食而遇到牛群和长满卷毛的羊群时。

ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις.ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.

但是来吧,免得你睡去最后且终结的睡眠,从你的摇篮里下来,黑夜的伙伴。因为此后在不朽的神明中,你将拥有这一特权:你将永远被称为盗贼的头脑。”

ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.

他如此说着,飞玻斯·阿波罗抱起孩子将他带走。

σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντηςοἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.

那时,强大的阿耳戈斯之杀手在被抱在怀里时,心生一计,放出了一个兆头,那是肚腹的卑微仆役、肆无忌惮的使者。

ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων

随后他急忙打了个喷嚏;而阿波罗……

语法注4 条
  1. 226ὁδοῖο

    属格 ὁδοῖο 与 ἔνθεν(从这边/从那边)连用,表示起点的属格或关系的属格,意指足迹偏离了道路,呈现出令人困惑的方向。

  2. 237ἠύτε πολλὴν / πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει

    由 ἠύτε(如同)引导的比喻从句。主语是 σποδὸς(灰),宾语是 πολλὴν ἀνθρακιὴν(许多炭火),πρέμνων ὕλης(树干的)是修饰宾语的属格。该比喻将婴儿赫耳墨斯躲藏在芬芳襁褓之中的情形,比作余烬被灰烬覆盖。

  3. 255διοισόμεθʼ οὐ κατὰ κόσμον

    动词 διαφέρω 的未来时中动语态第一人称复数形式(由 διοισόμεθα 缩略而来)。此处中动语态具有相互意义,表示“我们两人(彼此)决裂、争执”。οὐ κατὰ κόσμον(不合秩序地,即粗暴地)修饰这一争端。

  4. 275μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι

    由强誓语气词 μὴ μὲν 引导的否定誓言。此处 ὑπίσχομαι 意为“(发誓)声称、保证”,后接与主语一致的主格不定式 αἴτιος εἶναι(身为罪魁祸首),构成了“我发誓自己绝非凶手”的强烈否定宣誓。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-11-14 上游版本(Perseus/OGL)的订正 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:226-297