- 底本
- Anonymous. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:155-225
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
迈亚警告赫耳墨斯会遭到阿波罗的惩罚,但赫耳墨斯不以为意,宣称自己要成为盗贼的首领并获得与诸神平等的荣耀。次日清晨,阿波罗追踪牛群至翁刻斯托斯,从一位老人处得知关于那个诡异孩子的线索,并在皮洛斯发现了牛群倒退行走的奇特足迹。
τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω
“为什么,你这诡计多端的家伙,在夜半时分,披着无耻的外衣,从何处归来?现在我确信,
ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχονταΛητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
你不久就会被勒托之子亲手用无法解开的锁链绑住肋骨,从门廊拖出去,
ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.1
否则你就会在山谷间继续行窃时被他抓走。
ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμνανθνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
滚回去吧!你的父亲生下你,是给终有一死的人类和不朽的神明带来巨大的灾祸。”
τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
赫耳墨斯用狡黠的话语回答她:
μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
“我的母亲,你为何要像对待无知的婴孩那样恐吓我,
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
他心中几乎不知何为邪恶,
ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
胆小怕事,恐惧母亲的斥责?
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
但我将致力于最巧妙的技艺,不论那是何种最好的,
βουκολέων2 ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
以此永远供养你和我;我们两个在不朽的神明中,
νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοιαὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.
绝不忍受留在此处,无礼无祷,如你所命。
βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν,
与其坐在阴暗的山洞里,
πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμαἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,
不如终日与不朽的神明交往,富足、富有、拥有广袤的田产。而至于荣耀,
κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
我也将获得与阿波罗同样神圣的份额。
εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
如果我的父亲不把它赐予我,我定会
πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
尝试——因为我有这能力——去作盗贼的头领。
εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
如果勒托荣耀之子搜寻我,
ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
我想会有另一件更大的麻烦等待着他。
εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
因为我将前往伟大的皮托,破门进入他的神殿;
ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
从那里我将掠夺大量极其精美的三脚架和釜,
πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον
以及黄金、大量耀眼的铁器
καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.
和许多华服;只要你愿意,你就会看到这一切。”
ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
他们就这样用言语互相交谈,
υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
执盾者宙斯之子与尊贵的迈亚。
Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα
而早生的黎明女神,为凡人带来光明,
ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων
自深流的俄刻阿诺斯升起;但阿波罗
Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος
来到了翁刻斯托斯,那片喧嚣的大地之震动者
ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα
极为迷人且神圣的林地;在那里他发现了一位老人,
κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς.
正坐在庭院围墙的出入口旁喂养他的家畜。
τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
勒托荣耀之子先开口对他说道:
ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
“老人家,在这草木葱郁的翁刻斯托斯割草的人,
βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω,
我从庇厄里亚追寻着我的牛群来到这里,
πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
它们全是母牛,全都长着弯曲的角,
ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων
来自牛群。但那头公牛独自在别处吃草,
κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
是一头黑色的公牛;后面还跟着四只凶猛的狗,
τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,
像人一样同心协力;它们被留在了后面,
οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται·
那些狗和公牛——这真是一件极大的怪事——
ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
而母牛们则在太阳刚下山时,
ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
离开了柔软的草地,离开了甜美的牧场。
ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
告诉我这些,古老的老人,你是否曾在哪里看见
ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
有一个人赶着这些牛在路上行走?”
τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
老人回答他,说道:
ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,
“朋友啊,要把眼睛所看见的一切
πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
都说出来是很难的。因为有许多旅人在路上往来,
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ
他们中有些人满怀恶意,另一些人则怀着善意
φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·
而行,要了解每一个人是很困难的。
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
但我整天直到太阳下山,
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
都在我那产酒的葡萄园的高地上挖掘。
παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,
尊贵的老爷,我觉得我看见了一个孩子,但我也说不准,
ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
不管那孩子是谁,他跟那些长着漂亮牛角的牛群在一起,
νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην3 δʼ ἐβάδιζεν.
一个婴孩,手里拿着一根手杖,他转来转去地走着,
ἐξοπίσω δʼ ἀνέεργε,4 κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.
他把牛群往后赶,让它们的头面朝着他。”
φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·
老人如此说;而阿波罗听到这番话后,更迅速地赶路。
οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω
他注意到一只展翅的鸟,立刻便知道
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
那盗贼是克罗诺斯之子宙斯的儿子。
ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
于是,主阿波罗,宙斯之子,急速
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
前往神圣的皮洛斯,追寻他那些步履蹒跚的牛群,
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους,
紫色的云雾笼罩着他宽阔的双肩;
ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
远射者注意到了足迹,便开口说道:
ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
“天哪!这真是我亲眼见到的伟大奇迹!
ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,
这确实是长着直角的牛群的足迹,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
但它们却倒退着朝向长满阿斯福德尔的草地;
βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
而这些步履既非男人也非女人留下的,
οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·
并非灰狼,也非熊,也非狮子,
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
我也不认为它们属于任何颈部多毛的半人马,
ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
无论它是谁,用如此惊人的步伐、如此迅速的脚在行走。”
- 159φηλητεύσειν
关于不定式 φηλητεύσειν(行窃、抢劫)的逻辑主语有两种解释。一种是将前句的属格 Λητοίδου(勒托之子)作为主语(意为“阿波罗会把你带走并指控你为贼”),但此处采用将宾格 σέ(你)作为逻辑主语的解释(意为“或者你将在山谷间游荡继续行窃并被带走”),这更契合迈亚对赫耳墨斯未来盗贼命运的讽刺性警告。
- 167βουκολέων
动词 βουκολέω 字面意思是“放牧牛群”,但在此处是赫耳墨斯典型的巧妙双关语:一方面暗指他偷盗阿波罗牛群的行径(“偷牛”),另一方面隐喻为“供养、维持或糊弄”自己与母亲的生活。
- 210ἐπιστροφάδην
副词,意为“转来转去地”或“反复折返地”。它形象地描绘了婴孩赫耳墨斯诡异而精妙的步伐:他通过不断改变行进方向(或倒退而行)来故意扰乱自己和牛群的足迹方向。
- 211ἐξοπίσω δʼ ἀνέεργε
意为“他(把牛)往后赶”。这准确地描述了老人目击到的物理诡计,即赫耳墨斯强迫牛群倒退行走,使牛的足迹看起来像是朝相反方向前进的一般。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
