荷马

奥德赛

§4.777-4.847

求婚者出航伏击与佩涅罗佩娅的幻象

在安提诺乌斯的提议下,求婚者们挑选了二十名男子乘船出发,准备伏击忒勒马科斯。与此同时,雅典娜向悲痛中的佩涅罗佩娅派遣了一个化身为其姐妹的幻象,告知她儿子平安无事以示抚慰。

← 上一节下一节 →

μῦθον1, δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.

这番话,确实契合了我们所有人的心意。

ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,

他说完便挑选了二十名最优秀的男子,

βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

他们一同朝快速的船只和海滩走去。

νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,

首先,他们把船只推入大海的深处,

ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,

在这艘黑船中安放好桅杆和船帆,

ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,

并用皮革套扣固定好船桨,

πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·

凡事皆循规蹈矩,随后他们扬起了白色的风帆;

τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.

他们那气宇轩昂的仆从们为他们运来了武器。

ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·

他们把船停泊在深水处,自己则登上了陆地;

ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.

他们在陆地上享用晚餐,并等待着夜幕降临。

δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια

此时,聪慧的佩涅罗佩娅独自在楼上的闺房里,

κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,

躺卧在那里,粒米未进,滴水未沾,

ὁρμαίνουσʼ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,

忧虑着她那高贵的儿子能否逃脱死亡,

γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.

抑或是将要被那群横暴的求婚者所击倒。

ὅσσα δὲ μερμήριξε λέων2 ἀνδρῶν ἐν ὁμίλῳ

正如一头身陷人群之中的狮子,心怀恐惧而焦虑地思索,

δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,

当人们用诡诈的包围圈将它围住时;

τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·

正当她如此焦虑思索时,甘甜的睡眠袭向了她;

εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.

她往后倚靠着睡去,全身的关节都松弛了下来。

ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·

此时,明眸女神雅典娜又有了新的主意;

εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,

她制造了一个幻象,其身形酷似一个女子,

Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,

即高尚的伊卡里奥斯的女儿伊普蒂梅,

τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.

居住在费赖、以此为家的埃乌梅洛斯娶她为妻。

πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,

女神将她派遣到神圣的奥德修斯的宫殿,

ἧος3 Πηνελόπειαν ὀδυρομένην γοόωσαν

以便让痛哭哀悼中的佩涅罗佩娅,

παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.

能够停止她的哭泣和令人落泪的哀伤。

ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,

幻象穿过门闩的皮带空隙进入了闺房,

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·

站在她的头顶上方,对她开口说道:

εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;

“你睡着了吗,佩涅罗佩娅,爱心中充满痛苦?

οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες

那些生活安逸的神明们确实不愿让你

κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι

哭泣或悲伤,因为你的儿子终将

σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.

归来;因为他在神明面前没有任何罪过。

τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,

聪慧的佩涅罗佩娅回答她说,

ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·

此时她正极为甘甜地熟睡在梦之门旁:

τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε

“姐妹,你为何来到这里?你以前可从不

πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·

拜访我,因为你居住在极遥远的地方;

καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων

你还劝我停止悲痛和许多痛苦,

πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,

这些痛苦正激荡在我的头脑和心灵之中,

πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,

以前我先是失去了一位勇猛如狮的高贵丈夫,

παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,

在达奈人中,他以各种美德而首屈一指,

ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·

高贵的人,他的名声传遍了希腊和阿耳戈斯中部;

νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,

如今我的爱子又登上了空心的船只离去,

νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων4.

年幼无知,既不熟悉艰难困苦,也不熟悉集会议事。

τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου·

相比于那一位,我确实为他感到更为悲痛;

τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,

我为他提心吊胆,唯恐他遭遇不测,

γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἐνὶ πόντῳ·

无论是在他所前往的人民的国度,还是在海面上;

δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,

因为许多仇敌正在针对他策划阴谋,

ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.

企图在他回到祖国的土地之前将他杀害。

τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·

此时,那模糊的幻象回答她说:

θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·

“振作起来,千万不要在心中过度恐惧;

τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι

因为有一位这样的护送者与他同行,其他

ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,

人们也都曾祈求她能守护在身旁,因为她拥有这个力量,

Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·

那就是帕拉斯·雅典娜;她怜悯你这哀悼中的人;

νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.

正是她如今派我前来向你诉说这些。

τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

聪慧的佩涅罗佩娅又对她说:

εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,

“如果你确实是神,或者倾听过神的声音,

εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,

那么请你也告诉我那个不幸的人的情况,

που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,

他是否还活着,并能看到太阳的光芒,

ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.

抑或是已经死去,留在了哈得斯的府邸。

τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·

那模糊的幻象回答她说:

οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,

“关于那个人,我绝不会向你详细说明,

ζώει γʼ τέθνηκε5· κακὸν δʼ ἀνεμώλια βάζειν.

他究竟是活着还是死了;因为说些虚妄的话是不吉利的。

ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη

幻象说完,便穿过门柱的门闩,

ἐς πνοιὰς ἀνέμων. δʼ ἐξ ὕπνου ἀνόρουσε

飘散在风的吹息中。而伊卡里奥斯的女儿

κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,

从梦中惊醒;她的爱心感到一阵温暖,

ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.

因为在黑夜的深处,一个如此清晰的梦境曾向她奔来。

μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα

与此同时,求婚者们登船驶向了湿润的水路,

Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.

在心中为忒勒马科斯筹划着残忍的杀戮。

ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,

在海的中央有一座岩石耸立的岛屿,

μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,

介于伊萨卡和崎岖的萨摩斯之间,

Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ

名叫阿斯泰里斯,面积不大;其上有着两面相通、

ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.

适合停泊船只的港口;阿开亚人便在岛上设伏等待着他。

语法注5 条
  1. 4.777μῦθον

    前行(§4.776)中动词 τελέωμεν(让我们完成)的宾语,或者直接指代前述的提议内容。在语境上,它指代安提诺乌斯提出的“静静地站起来并如此执行”的整个伏击计划。

  2. 4.791ὅσσα δὲ μερμήριξε λέων

    标志着比喻的开始。关系形容词 ὅσσα(正如许多……)与 §4.793 中的 τόσσα(那么许多……)相呼应,将狮子被敌人包围时的焦虑思索与佩涅罗佩娅对儿子的担忧进行对比。

  3. 4.800ἧος

    接续词 ἧος(直到……、为了……)在此处由于主句动词为过去时(§4.799 中的 πέμπε)而接希求语气 παύσειε(§4.801)而非虚拟语气,用以表达雅典娜的意图和目的(使佩涅罗佩娅停止哭泣)。

  4. 4.818πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων

    动词分词 εἰδώς(源于 οἶδα,知道)在此处支配属格宾语(πόνων, ἀγοράων),表示熟知或经历的对象,意为“既不熟悉艰难困苦(身体上的挣扎),也不熟悉集会(公众与公民生活)”。

  5. 4.837ζώει ὅ γʼ ἦ τέθνηκε

    两个选择性疑问从句(ζώει / τέθνηκε)在没有引导词的情况下并列,作为名词性从句(间接疑问从句),承接前一行的否定句“我不予说明”。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:4.777-4.847