荷马

奥德赛

§24.482-24.548

雅典娜介入与伊萨卡的和平誓约

宙斯和雅典娜决定维持奥德修斯的王权并建立双方的和平,雅典娜随即降临凡间。在追击的求婚者遗族与奥德修斯一方爆发战斗时,雅典娜在宙斯雷电的协助下介入调停,使双方重新缔结了和平誓言。

← 上一节下一节 →

ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,

既然高贵的奥德修斯已向求婚者们复仇,

ὅρκια πιστὰ ταμόντες1 μὲν βασιλευέτω αἰεί,

在双方立下坚定的誓言后,就让他永远为王统治。

ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο

另一方面,让我们使他们忘却对儿子和兄弟

ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων

被杀的仇恨;让他们像以前一样

ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.

彼此相爱,并让财富与和平充盈富足。

ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

宙斯说完,便促使了早已跃跃欲试的雅典娜,

βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.

她随即从奥林匹斯的峰峦上疾飞而下。

οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,

且说他们消除对甜美食物的渴望后,

τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·

饱经沧桑的高贵奥德修斯便在他们中间开口说道:

ἐξελθών τις ἴδοι μὴ2 δὴ σχεδὸν ὦσι κιόντες.

“让谁出去看看,免得他们已经走近了。

ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·

他这样说着,多利奥斯的儿子便照他的吩咐走了出去。

στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·

他走上前站在门槛上,看见他们所有人已到近前;

αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·

他随即对奥德修斯说出了长了翅膀的话语:

οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.

“他们确实已经逼近了;让我们赶快武装起来吧。

ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,

他这样说着,众人便站起身,披挂起盔甲,

τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·

围在奥德修斯身边的有四人,多利奥斯的儿子有六人。

ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,

此外,拉埃尔特斯和多利奥斯也穿上了铠甲,

καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.

虽然他们已是白发苍苍,却成了因形势所迫的战士。

αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

当他们在身上披上闪亮的青铜铠甲后,

ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.

他们便推开门走了出去,由奥德修斯率领。

τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη

此时,宙斯之女雅典娜来到了他们近旁,

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

她的体态和声音都酷似门托尔。

τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·

看到她,饱经沧桑的高贵奥德修斯满心欢喜,

αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·

随即对他的爱子特勒马科斯说道:

Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι3 αὐτὸς ἐπελθών,

“特勒马科斯啊,现在当你亲自走向战场,去到那决定

ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,

谁是勇士中之最优秀者的场所时,你自会明白,

μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ

绝不能辱没我们祖先的门风,他们以前在

ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.

力量和英勇上可是名扬整片大地的。

τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

聪慧的特勒马科斯随即回答他说:

ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ

“亲爱的父亲,如果你愿意,你会看到我凭着这颗心,

οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.

绝不会辱没你所说的我们的祖先门风。

ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·

他这样说着,拉埃尔特斯大为高兴,并开口说道:

τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; μάλα χαίρω·

“亲爱的诸神啊,今天对我来说是什么日子?我真是太高兴了;

υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.

我的儿子和孙子正在为谁更优秀而比试。

τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

站在他身旁的闪亮双眸的雅典娜对他说道:

Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,

“阿尔开西俄斯之子啊,我所有同伴中最亲爱的人,

εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,

向闪亮双眸的少女和父亲宙斯祈祷吧,

αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.

随即挥舞并投掷出你那投下长影的枪。

ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη

她这样说着,帕拉斯·雅典娜便注入他极大的力量。

εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,

于是他向伟大宙斯的女儿祈祷,

αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

随即挥舞并投出他那投下长影的枪,

καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.

击中了尤沛忒斯那带青铜颊板的头盔。

δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,

头盔未能阻挡住枪,青铜枪尖穿透而过,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.

他扑通倒地,盔甲在他身上发出铿锵声。

ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,

奥德修斯和他光辉的儿子冲向先锋守卫,

τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

用剑和双头枪砍杀刺击。

καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,

此时他们本可以将所有人消灭,让他们无法生还,

εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

要不是手持埃吉斯神盾的宙斯之女雅典娜

ἤϋσεν4 φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.

大声呼喊,制止了所有的民众:

ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,

“伊萨卡人啊,快停止这惨烈的战斗,

ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.

好让你们能够尽快无血地散去。

ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·

雅典娜这样说着,脸色苍白的恐惧抓住了他们;

τῶν δʼ ἄρα δεισάντων5 ἐκ χειρῶν ἔπτατο τεύχεα,

恐惧中的他们,兵刃纷纷从手中飞落,

πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·

随着女神发出声音,所有的武器都落在地上;

πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.

他们为了活命,转头奔向城里。

σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,

饱经沧桑的高贵奥德修斯发出了可怕的吼叫,

οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.

蜷缩身子,像一只高飞的雄鹰一样扑了上去。

καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,

就在那时,克罗诺斯之子投下了带着煤灰的雷电,

κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.

雷电落在拥有强大父亲的、闪亮双眸的女神面前。

δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·

此时,闪亮双眸的雅典娜对奥德修斯说道:

διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

“宙斯所生的拉埃尔特斯之子、足智多谋的奥德修斯,

ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,

停下吧,别再继续这无情战争的争斗,

μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.

免得声音远播的克罗诺斯之子宙斯对你发怒。

ὣς φάτʼ Ἀθηναίη, δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.

雅典娜这样说着,他便顺从了,心中十分高兴。

ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν

此后,手持埃吉斯神盾的宙斯之女帕拉斯·雅典娜,

Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

再次在双方之间订立了可靠的誓言,

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

她的体态和声音都酷似门托尔。

语法注5 条
  1. §24.483ὅρκια πιστὰ ταμόντες

    主格复数分词。语义上指代奥德修斯与伊萨卡人民双方,但其后接的从属分句主语(ὁ μὲν, ἡμεῖς)与其不一致,从而构成了破格句(anacoluthon)。

  2. §24.491ἴδοι μὴ

    祈愿语气 `ἴδοι` 后接表示担忧或疑虑的 `μὴ` 从句(此处为虚拟语气 `ὦσι`),构成了一种相当于命令的间接表达方式:“去看看,免得他们已经……”

  3. §24.506εἴσεαι

    动词 `οἶδα`(或 `εἴδομαι`)的将来时中间语气第二人称单数形式。它不仅仅表示简单的未来知晓,而是强烈督促特勒马科斯去“体认”或“自省”战场之严酷与祖先荣誉之重大。

  4. §24.529καί νύ κε δὴ πάντας ὄλεσαν... εἰ μὴ Ἀθηναίη... ἤϋσεν

    表示与过去事实相反的虚拟条件句(反事实条件句)。主句中使用过去时直说语气(`ὄλεσαν`)配合语气词 `κε`,与从句中 `εἰ μὴ` 引导的过去时直说语气(`ἤϋσεν`)相结合,表现出一种迫在眉睫的假设:“若非雅典娜呼喊,他们当时就已经毁灭了所有人。”

  5. §24.534τῶν δʼ ἄρα δεισάντων

    由代词 `τῶν` 和现在分词 `δεισάντων` 构成的属格独立结构。它在副词性上描述了与主句主语(`τεύχεα`)不同的主语状态,即“在他们(伊萨卡战士们)陷入惊恐之时”。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.482-24.548