- 底本
- Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.404-21.474
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
雅典娜在战场上击败了阿雷斯与阿佛洛狄忒。波塞冬敦促阿波罗与自己交战,但阿波罗因不愿为凡人与长辈相残而拒绝,遭到阿耳忒弥斯的严厉责备。
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
躺在平原上的那块黑色、粗糙而巨大的石头,
τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
那是昔日的人们立在那里作为田地界限的。
τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
她用这块石头击中了凶猛的阿雷斯的颈部,使他肢体无力。
ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
他倒下时占了七亩地,头发蒙上了尘土,
τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
铠甲铿锵作响。帕拉斯·雅典娜见状大笑,
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
对着他炫耀地说道,吐出羽翼之言:
νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
“愚蠢的人啊,难道你至今还不知道,我自豪地宣称
εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
自己的实力有多么强大,你竟敢同我较量气力?
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,1
这样你正该偿还你母亲的复仇女神们的惩罚,
ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
她对你发怒,正图谋不轨,因为你背弃了
κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
阿开亚人,反而去援助那些傲慢的特洛伊人。”
ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
她这样说完,便转开了她那双明亮的眼睛;
τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
宙斯之女阿佛洛狄忒拉着他的手,领他退下,
πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
他在沉重地不断呻吟,好不容易才苏醒过来。
τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
白臂女神赫拉一见此景,
αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
立刻对雅典娜说出羽翼之言:
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
“哎呀,手持埃癸斯的宙斯之女,不屈的处女啊,
καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
看哪,那只狗蝇又在领着毁灭凡人的阿雷斯
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
穿过乱军逃离残酷的战场;快去追赶她!”
ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
她这样说着,雅典娜便猛冲过去,心中暗喜,
καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
她冲上前去,用肥厚的大手猛击阿佛洛狄忒的胸膛;
ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
后者的双膝顿时发软,心神俱裂,倒在那里。
τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
于是他们两人一同躺在育养万物的土地上,
ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
而她则对着他们炫耀地吐出羽翼之言:
τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
“愿所有援助特洛伊人的人都像这样,
εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο2 θωρηκτῇσιν,
在他们与披甲的阿耳戈斯人交战之时,
ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
就像阿佛洛狄忒这般勇敢和坚韧,
ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
来到阿雷斯身边做帮手,直面我的威力;
τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο3
那么我们早该停止战争,
Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
彻底毁灭了伊利昂那座建造精良的城池。”
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
她这样说着,白臂女神赫拉露出了微笑。
αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
这时,震地之王波塞冬对阿波罗说道:
Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
“福波斯啊,为什么我们两个要置身事外?这很不体面,
ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
既然其他神明已经开战;若是我们不进行战斗,
ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
就回到奥林匹斯,回到宙斯那青铜地面的宫殿,那将是极大的耻辱。
ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
开始吧,因为你按辈分更年轻;对我而言,
καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
这不合适,因为我出生在先,见识更广。
νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
愚蠢的人啊,你竟然怀着这样糊涂的心思!难道你一点也
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
不记得我们两个人在诸神中独独为了伊利昂承受了多少苦难,
μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
那时我们受宙斯之命前来,为傲慢的拉omedon做了一年苦工,
πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸνμισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
拿着约定的报酬,而他则颐指气使地命令我们?
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
我为特洛伊人的城市周围建造了城墙,
εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
宽阔且十分美观,好让城市坚不可摧;
Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
而你,福波斯,则在草木茂密、山谷重叠的
Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
伊达山的崇山峻岭中放牧他们那步履蹒跚、牛角弯曲的群牛。
ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
然而,当带来欢乐的时序终于把报酬的期限
ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
带到终点时,可怕的拉omedon强夺了我们所有的报酬,
Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
并在威胁中把我们打发走。
σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
他甚至威胁要绑住你的双脚和上面的双手,
δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
将你卖到遥远的岛屿去;
στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα4 χαλκῷ.
他还声称要用青铜割去我们两人的耳朵。
νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
于是我们两人怀着愤怒的心情往回走,
μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
为他许诺却未支付的报酬而发怒。
τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
如今你却对他的子民施以恩惠,而不与我们一起
πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
设法让那些傲慢的特洛伊人,和他们的孩子以及
πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
贤惠的妻子一起,彻底且凄惨地毁灭吗?”
τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
远射之王阿波罗接着对他说:
ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
“震地者啊,你绝不会说我是个明白人,
ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω5
如果我仅仅为了那些可怜的凡人而同你交战;
δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
他们就像树叶一样,有时
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
吞食着大地的果实,生命力旺盛地燃烧着,
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
有时又凋零枯萎,毫无生机。我们还是赶快
παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
停止战斗吧,让他们自己去争夺。”
ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
他这样说着,便转过身去;因为他感到羞愧,
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
不愿与他父亲的兄弟刀兵相见。
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
而他的姐妹,野兽的尊贵主宰、
Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
狩猎女神阿耳忒弥斯却严厉地责备他,说出侮辱的言辞:
φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
“你是在逃跑吗,远射者,把胜利完全
πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
让给了波塞冬,不费吹灰之力就送给他这份虚名?
νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
愚蠢的人啊,你既然拿着那没用的弓,又有什么用呢?”
- 21.412οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις
语气小词 κεν 与祈愿语气动词 ἐξαποτίνοις 结合,用作潜在祈愿语气,表示“这样你正该偿还你母亲的复仇女神们的惩罚”。
- 21.429εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο
εἶεν 是第三人称复数表示愿望的祈愿语气,意为“要是……就好了”。μαχοίατο 是爱奥尼亚方言和诗歌体形式,相当于第三人称复数中动/被动祈愿语气的词尾 -οιντο。
- 21.432τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
κεν 与直说语气过去时(此处为不定过去时 ἐπαυσάμεθα)连用,表示与过去事实相反的虚拟语气归结,意为“若是那样,我们早就停止战争了”。
- 21.455στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα
动词 στεῦτο(στεῦμαι 的第三人称单数未完成过去时)意为“坚称、宣称、威胁要”,在此与具有将来意义的不定式 ἀπολεψέμεν(荷马式不定式词尾,相当于 ἀπολέψειν)连用,表示“他声称要割去我们两人的耳朵”这一强烈威胁。
- 21.462οὐκ ἄν με σαόφρονα μυθήσαιο / ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
这是一个混合条件句,主句(归结节)使用 ἄν 连同祈愿语气 μυθήσαιο(潜在祈愿),而从句(条件节)使用 εἰ 连同直说语气将来时 πτολεμίξω。条件从句假设了未来的某种具体现实可能性,而主句则给出了审慎或温和的判断。
