← 荷马

伊利亚特

§10.361-10.433

多隆被擒与特洛伊军情的交代

迪奥墨得斯与奥德修斯追击并生擒了逃跑的多隆,多隆为求生而求饶。在奥德修斯的审问下,多隆供出了赫克托尔的计划以及特洛伊人及其盟军的详细部署与哨岗安排。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
361

ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ

犹如两只尖齿猎犬不断紧迫地追赶着一只幼鹿或野兔,

χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,

穿过林木茂密的地带,而被追者则悲鸣着向前奔逃,

ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς

提丢斯之子(迪奥墨得斯)与毁城者奥德修斯同样

λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.

将多隆从己方军中截断,始终紧追不舍。

365

ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι

但当多隆在逃往船只的途中即将混入哨兵时,

φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη

雅典娜便将力量注入

Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων

提丢斯之子,免得披铜甲的阿开亚人中有人

φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.1

因抢先投枪击中而夸口,而他自己却落为第二。

δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·

强勇的迪奥墨得斯挺枪前冲,对他喝道:

370

ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι

“要么站住,要么我用枪刺中你,我想

δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.

你绝无法从我的手中长久逃脱这难免的毁灭。”

ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·

他说完便投出长枪,却故意偏离了那人;

δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ

擦光的枪尖从其右肩上方掠过,

ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε

插进地里。多隆驻足,因惊恐而颤抖,

375

βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·

牙齿咯咯作响,口中发出颤音;

χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,

他因恐惧而面色苍白,那两人则喘着粗气追上,

χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·

抓住了他的双手;他流泪哭诉道:

ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον

“饶我一命,我愿赎回自己。因为家里有

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

青铜、黄金和精工铸铁,

380

τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα

如果我父亲得知我在阿开亚人的船旁还活着,

εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.

必定会乐意给你们送来无尽的赎金。”

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

足智多谋的奥德修斯回答他说道:

θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.

“放心吧,切莫把死放在心上。

ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

但来告诉我,并如实道来:

385

πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος

你为何在如此黑夜、在众人皆睡之时,

νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;

独自一人从营中走向船只?

ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;

是企图劫掠战死者的尸体吗?

ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα

还是赫克托尔派你来窥探

νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;

空心船只的一切?或者是你自己的心在驱使你?”

390

τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·

多隆回答道,双腿在身下颤抖:

πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,

“赫克托尔用许多诱惑使我丧失了心智,

ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους

他许诺将显赫的佩琉斯之子的单蹄骏马

δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,

和饰有青铜的战车赐予我,

ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν

并命令我趁着迅疾的黑夜,

395

ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι

接近敌军去探听

ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,

快速的战船是否仍像先前那样防守,

ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες

或是已经屈服于我们手下,

φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι

正在私下谋划逃跑,并且不愿

νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.

在夜间继续守卫,因为已被可怕的疲惫所折磨。”

400

τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·

足智多谋的奥德修斯微笑地对他说:

ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς

“看来你的心确实渴望着一份厚礼,

ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ

就是聪慧的埃阿科斯后裔(阿喀琉斯)的战马;但这些马

ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι

对凡人而言是极难驯服与驾驭的,

ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

除了由不死母亲所生的阿喀琉斯。

405

ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

但来告诉我,并如实道来:

ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;

你刚才来此,将民众的牧者赫克托尔留在了何处?

ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;

他的战甲置于何处,他的战马又在何处?

πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;

其他特洛伊人的守卫与歇息之处又当如何?

ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν

他们私下谋划些什么?是渴望

410

αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ

留在远离城池的船旁,还是返回

ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.

城中,既然他们已经击败了阿开亚人?”

τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·

埃乌梅德斯之子多隆再次回答他:

τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.

“那我必向你极真实地说明这些。

Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,

赫克托尔正与那些参议之士

415

βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου

在神圣的伊罗斯墓旁商讨计策,

νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως

避开了喧嚣;至于你所问的守卫,英雄,

οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.

没有任何挑选出来的岗哨在警卫或守卫营盘。

ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη2

在有特洛伊人火堆之处,有义务者

οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται

保持清醒,并彼此叮嘱守卫;

420

ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι

可是,那些多方招募来的盟军

εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·

却在沉睡,因为他们将防守之责交给了特洛伊人;

οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.

因为他们的妻子和儿女并不在身旁。”

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

智慧的奥德修斯回答他说:

πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν

“那么他们现在是与驯马的特洛伊人混在一处

425

εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.

睡觉,还是在别处?请告诉我,好让我知晓。”

τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·

埃乌梅德斯之子多隆接着回答道:

τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.

“我也定将此极准确地向你说明。

πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι

靠近海边的是卡里亚人、持弯弓的派奥尼亚人,

καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,

以及雷雷格斯人、考科涅斯人和神圣的佩拉斯吉人;

430

πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι

靠近提姆布拉的则是吕基亚人、骄傲的米西亚人,

καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.

还有善于骑战的弗里吉亚人和战车统领迈奥尼亚人。

ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;

但你们为何要向我如此详细地询问这一切?

εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον

因为如果你们确实渴望潜入特洛伊人的群落……”

语法注2 条
  1. 10.368φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.

    此句中 φθαίη 搭配分词 ἐπευξάμενος 表示“抢先……而自夸”,不定式 βαλέειν(击中)作分词的限定目的。后半句 ὃ δὲ δεύτερος ἔλθοι 中的 ὃ 指代主句主语迪奥墨得斯,整句由 ἵνα μή 引导,表达雅典娜的顾虑:“免得其他阿开亚人抢先击中并自夸,而他自己却落在第二(失去首功的荣耀)”。

  2. 10.418ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη

    极其紧凑和省略的表达方式。它由两个省略句组成:ὅσσαι μὲν... [省略 εἰσί](特洛伊人火堆所在之处)和 οἷσιν ἀνάγκη [省略 ἐστί](有义务守卫的人)。关系代名词 οἷσιν 融合了先行词(值班的士兵),并作为紧接着的主动词 οἳ δʼ ἐγρηγόρθασι(他们保持清醒)的逻辑主语。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:10.361-10.433