- 底本
- Sophocles. Sophoclis Fabulae. Pearson, Alfred Chilton, editor. Oxford: Clarendon Press, 1924.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:83-168
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
雅典娜将陷入疯狂的艾阿斯从帐篷中唤出,在奥德修斯面前展示他的幻觉,展现他如何将牲畜当成希腊将领并加以折磨。艾阿斯离开后,雅典娜阐述了神明力量的绝对性与人类的脆弱,随后萨拉米斯水兵(歌队)登场,哀叹围绕着艾阿斯的耻辱传言。
ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ1 πέλας.
但是,即使是现在,他也绝不会看见就在身边的你。
πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
怎么会呢,如果他确实还在用同样的眼睛看?
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
我会使他的眼睑变暗,即使它们原本能看见。
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
的确,当神明筹划时,任何事都可能发生。
σίγα νυν ἑστὼς καὶ μέν’ ὡς κυρεῖς ἔχων.
现在安静地站着,保持你现在的样子。
μένοιμ’ ἄν· ἤθελον δ’ ἂν ἐκτὸς ὢν τυχεῖν.
我会留下来;但我本希望自己能在这地方之外。
ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ.
喂,艾阿斯,我第二次呼唤你。
τί βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου;
你为何对你的盟友如此不加理会?
ὦ χαῖρ’ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
噢,欢迎你,雅典娜!欢迎你,宙斯的女儿!
ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
你来得多么及时!我将用纯金的
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
战利品为你加冕,以报答这次捕获。
καλῶς ἔλεξας. ἀλλ’ ἐκεῖνό μοι φράσον,
说得好。但请告诉我这件事:
ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
你是否已经把长矛深深地刺入了阿耳戈斯人的军中?
κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.2
我可以吹嘘这一点,而且我绝不否认。
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
你是否真的亲手向阿特柔斯双子挥动了武器?
ὥστ’ οὔποτ’ Αἴανθ’ οἵδ’ ἀτιμάσουσ’ ἔτι.
是的,以至于他们再也无法侮辱艾阿斯了。
τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ξυνῆκ’ ἐγώ.
照我理解你的话,那些人已经死了。
θανόντες ἤδη τἄμ’ ἀφαιρείσθων ὅπλα.
的确死了;现在让他们去夺走我的武器吧!
εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;
很好;但是拉厄耳提斯之子又如何了?
ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
他的命运在何处?还是说他已经从你手中逃脱了?
ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’ ὅπου;
你是在问我那个该死的狐狸在什么地方吗?
ἔγωγ’· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
是的,我指的是奥德修斯,你的死敌。
ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
最令人愉快的,女主人,他正作为囚犯坐在里面;
θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
因为我还不想让他死。
πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
直到你做了什么,或者还要获得什么进一步的好处?
πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκείου στέγης
直到他被绑在庭院房屋的柱子上,
τί δῆτα τὸν δύστηνον ἐργάσῃ κακόν;
那么,你究竟要对这个可怜的人施加什么痛苦?
μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
首先用鞭子把他的后背抽得通红,然后他才会死。
μὴ δῆτα τὸν δύστηνον ὧδέ γ’ αἰκίσῃ.
绝不要这样折磨那个可怜的人。
χαίρειν, Ἀθάνα, τἄλλ’ ἐγώ σ’ ἐφίεμαι·
雅典娜,在其他事情上,我听从你的吩咐;
κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην.
但他必须偿还这个惩罚,而不是别的。
σὺ δ’ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
既然这个行为是你的快乐,那么你就尽管
χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
动手吧,不要对你的意图有任何保留。
χωρῶ πρὸς ἔργον· τοῦτο σοὶ δ’ ἐφίεμαι,
我去干活了;但我对你有一个请求,
τοιάνδ’ ἀεί μοι σύμμαχον παρεστάναι.
愿你始终作为这样的盟友站在我的身边。
ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
你看到了吗,奥德修斯,神明力量有多么伟大?
τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
还有谁能比这个人更有远见,
ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
或者在做合乎时宜的事情上更出色呢?
ἐγὼ μὲν οὐδέν’ οἶδ’· ἐποικτίρω δέ νιν
我一个人也不认识;但我仍然怜悯他
δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
的不幸,尽管他是我的仇敌,
ὁθούνεκ’ ἄτῃ συγκατέζευκται κακῇ,
因为他已被套上了恶劣的命运,
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.3
我看他的境遇,并不亚于看我自己的。
ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
因为我看到,我们这些活着的人
εἴδωλ’ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
不过是幻影,或者是一转即逝的阴影。
τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
因此,看到这些,你绝不要
μηδέν ποτ’ εἴπῃς αὐτὸς ἐς θεοὺς ἔπος,
对神明说出狂妄的话语,
μηδ’ ὄγκον ἄρῃ μηδέν’, εἴ τινος πλέον
如果你在力量上或在巨额财富的深度上
ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
超过了任何人,也绝不要心怀骄傲。
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
因为仅仅一天就能倾覆并重新带回
ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
所有人类的事务;而那些谦逊的人
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
是神明所喜爱的,神明憎恶恶人。
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
泰拉蒙之子,占据着被水环绕的
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
临海萨拉米斯之基座的人啊,
σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω·
当你昌盛时,我与你同乐;
σὲ δ’ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
但当来自宙斯的打击或来自达奈人
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
恶毒的谣言袭来时,
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
我便怀有极大的恐惧,并且战栗,
πτηνῆς ὡς ὄμμα πελείας.
犹如飞鸽的眼睛。
ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
就像关于刚刚消逝的这一夜,
μεγάλοι θόρυβοι κατέχουσ’ ἡμᾶς
极大的喧嚣将我们笼罩
ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
在耻辱中——说你进入了那群马奔腾的
λειμῶνʼ ἐπιβάντ’ ὀλέσαι Δαναῶν
草原,消灭了达奈人的
βοτὰ καὶ λείαν,
牲畜和战利品
ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπή,
――那些在长矛下幸存下来的东西――
κτείνοντ’ αἴθωνι σιδήρῳ.
用闪亮的铁器将它们宰杀。
τοιούσδε λόγους ψιθύρους πλάσσων
奥德修斯编造着这样窃窃私语的谣言,
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
将它们传到每个人的耳中,
καὶ σφόδρα πείθει. περὶ γὰρ σοῦ νῦν
并且极有说服力。因为现在关于你
εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
他说着容易让人相信的话,每个听者
τοῦ λέξαντος χαίρει μᾶλλον
都比叙述者更加高兴,
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
借此侮辱你的痛苦。
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς4
因为如果一个人瞄准伟大的灵魂,
οὐκ ἂν ἁμάρτοι· κατὰ δ’ ἄν τις ἐμοῦ
他就不会射偏;但如果有人对我
τοιαῦτα λέγων οὐκ ἂν πείθοι.
说了这样的话,就没人会相信。
πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει.
因为嫉妒总是悄悄袭向有权势的人。
καίτοι σμικροὶ μεγάλων χωρὶς
然而,没有伟大者,微小者
σφαλερὸν πύργου ῥῦμα πέλονται·
只是城墙不稳固的防线;
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ ἂν
因为微小者与伟大者在一起才能最好地直立,
καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων.
伟大者也由微小者来支撑。
ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους
但是,要把这些道理
τούτων γνώμας προδιδάσκειν.
预先教给愚蠢的人是不可能的。
ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ
你被这些人所中伤,
χἡμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’
而我们没有力量来抵御这些,
ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
王啊,如果没有你。
ἀλλ’ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδραν,
然而,一旦他们避开了你的目光,
παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·
他们就会像成群的飞鸟一样喧嚣;
- 83μὴ παρόντ’ ἴδῃ
表示强烈否定的“οὐ μή”虚拟语气结构的一部分。前一句“ἀλλʼ οὐδὲ”中的否定词“οὐ”延续到了本句的虚拟语气“ἴδῃ”上,形成了“他绝不会看见你”的强否定。分词“παρόντα”(宾格、现在时)起定语作用,意为“就在身边的(你)”。
- 96οὐκ ἀπαρνοῦμαι τὸ μή
希腊语特有的一种句法结构,在表示否认的动词(ἀπαρνέομαι)后接带冠词的不定式短语时,会加上赘余否定词“μή”。意为“我不否认(我做了这件事)”,即强烈肯定自己确实做了,用于回应前文的提问。
- 124οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν
现在时主动分词“σκοπῶν”(主格)修饰主句的主语“ἐγώ”(隐含在121行的动词中)。通过表示对比的“μᾶλλον ἤ”,表达了奥德修斯并非孤立地看待艾阿斯的命运,而是将其视为与自己毫无二致的凡人境遇,体现了人类共通的脆弱性。
- 154τῶν γὰρ μεγάλων ψυχῶν ἱείς
属格“τῶν μεγάλων ψυχῶν”用作现在时分词“ἱείς”(投掷、瞄准)的宾语。在希腊语语法中,射击或攻击的目标通常用属格表示,因此这里的属格起到了表示“诽谤的箭矢所针对的目标”的作用。
