- 底本
- Sophocles. Sophoclis Fabulae. Pearson, Alfred Chilton, editor. Oxford: Clarendon Press, 1924.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:1-82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
雅典娜出现在追踪发狂的艾阿斯足迹的奥德修斯面前,向其解释了艾阿斯因阿喀琉斯武器判决而愤怒,企图谋杀希腊将领,但因她的干预而被转引去屠杀羊群的过程。
Ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
拉厄耳提斯之子啊,我总是看见你,
πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον·1
试图在敌人身上夺取某种机会;
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
如今,我在艾阿斯的战船帐篷旁
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
看到你,在这他占据最边缘阵地的地方,
πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
很久以来你就在这里搜寻、测量
ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς
他那新留下的足印,好让你知道
εἴτ’ ἔνδον εἴτ’ οὐκ ἔνδον. εὖ δέ σ’ ἐκφέρει
他是在里面,还是不在里面。好一个带路者,
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
它就像斯巴达猎犬那般嗅觉灵敏,你的脚步。
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
因为那人此刻恰好就在里面,他的头上
στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
滴着汗水,他那杀戮的手也同样滴着血。
καί σ’ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
因此你再没有必要向这道门内
ἔτ’ ἔργον ἐστίν, ἐννέπειν δ’ ὅτου χάριν
窥视,倒不如说出是出于何种缘由
σπουδὴν ἔθου τήνδ’, ὡς παρ’ εἰδυίας μάθῃς.
你进行了如此热心的搜寻,以便从知情者这里得知。
ὦ φθέγμ’ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
噢,雅典娜的声音,我最钟爱的神明,
ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,2
你的话语是多么容易听辨,即便你隐退不现,
φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενὶ
我依然能听到并用心领会,
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
犹如听到那青铜之口的第勒尼安钟声。
καὶ νῦν ἐπέγνως εὖ μ’ ἐπ’ ἀνδρὶ δυσμενεῖ
如今你敏锐地察觉到我正对一个仇敌
βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ.
盘旋追踪,那便是在盾牌的艾阿斯。
κεῖνον γάρ, οὐδέν’ ἄλλον, ἰχνεύω πάλαι.
很久以来,我追踪的正是他,而非旁人。
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
因为就在今夜,一件无法想象的怪事
ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
降临到我们身上,如果这确实是他的所为;
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ’ ἀλώμεθα·
因为我们毫无确证,只是在迷惘中摸索;
κἀγὼ’θελοντὴς τῷδ’ ὑπεζύγην πόνῳ.
而我自愿承担了这桩劳苦。
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
因为我们刚刚发现,所有的
λείας ἁπάσας καὶ κατηναρισμένας
战利品都被毁灭,被亲手
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
宰杀,连同那些看守羊群的人在一起。
τήνδ’ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
于是,人人都将这罪责归于他。
καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
并且有个目击者看到他独自一人
πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
带着血迹未干的剑在平原上奔跃,
φράζει τε κἀδήλωσεν· εὐθέως δ’ ἐγὼ
便告诉并向我证实了此事;于是我立刻
κατ’ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
循着足印追赶,有些痕迹我能辨明,
τὰ δ’ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου.3
另一些则使我困惑,无法得知是谁的足迹。
καιρὸν δ’ ἐφήκεις· πάντα γὰρ τά τ’ οὖν πάρος
你来得正是时候;因为无论过去
τά τ’ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
还是未来,我的一切都由你的手掌舵。
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
我知道,奥德修斯,所以很久以前我就作为守护者
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
热切地踏上了你这场狩猎的道路。
ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
那么,亲爱的主人,我的劳苦是否得当?
ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
的确,因为这些行径正是那人的所为。
καὶ πρὸς τί δυσλόγιστον ὧδ’ ᾖξεν χέρα;
他究竟是为了什么,竟使出如此无法理喻的手段?
χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
因对阿喀琉斯武器判决的愤怒而心事重重。
τί δῆτα ποίμναις τήνδ’ ἐπεμπίπτει βάσιν;
那么,他为何要带着这样的脚步冲向羊群?
δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
他以为自己是在用你们的血染红双手。
ἦ καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν;
这个阴谋难道真的是针对阿耳戈斯人的吗?
κἂν ἐξέπραξεν, εἰ κατημέλησ’ ἐγώ.
若是我疏忽了,他本已得逞。
ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
他是凭着怎样的胆量和狂妄的心思?
νύκτωρ ἐφ’ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
在夜间,他独自一人狡诈地向你们冲去。
ἦ καὶ παρέστη κἀπὶ τέρμ’ ἀφίκετο;
他真的逼近并到达了目的地吗?
καὶ δὴ ᾿πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
他的确已经到了两位主帅的帐门前。
καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
那他又是如何止住了那渴望杀戮的手?
ἐγώ σφ’ ἀπείργω, δυσφόρους ἐπ’ ὄμμασι
是我阻止了他,在他的眼前投下了
γνώμας βαλοῦσα, τῆς ἀνηκέστου χαρᾶς,4
难以忍受的幻影,使他远离那不可挽回的狂喜,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμεικτά τε
并且我将他转引向羊群和那些混杂的、
λείας ἄδαστα βουκόλων φρουρήματα·
尚未分配的、由牧人看守的战利品;
ἔνθ’ ἐσπεσὼν ἔκειρε πολύκερων φόνον
他冲入其中,砍杀那些多角的牲畜,
κύκλῳ ῥαχίζων, κἀδόκει μὲν ἔσθ’ ὅτε
环绕着劈杀;有时他以为
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
自己正亲手杀死并俘获阿特柔斯双子,
ὅτ’ ἄλλοτ’ ἄλλον ἐμπίτνων στρατηλατῶν.
有时则冲向其他的将领。
ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις
而我,对这因疯狂之病而发狂的男人,
ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
催促他,将他投入险恶的圈套。
κἄπειτ’ ἐπειδὴ τοῦδ’ ἐλώφησεν πόνου,
此后,当他从这番劳苦中缓过劲来,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
他又用绳索将活着的牛
ποίμνας τε πάσας ἐς δόμους κομίζεται,
和所有的羊群捆绑起来,带回屋里,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
仿佛带回的不是有角的猎物,而是人。
καὶ νῦν κατ’ οἴκους συνδέτους αἰκίζεται.
如今在屋里,他正折磨着这些被捆绑的牲畜。
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
我也要向你展示这显而易见的狂疾,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
好让你亲眼看见后向所有阿耳戈斯人宣告。
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
勇敢地留下来,不要将这人
τὸν ἄνδρ᾽· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
视为灾祸;因为我会转开他
αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
眼睛的光芒,阻止他看见你的面容。
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
喂,就是你,那个将俘虏的双手
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
用绳索反绑的人,我叫你过来;
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
艾阿斯,我叫你呢,走到屋前。
τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ’ ἔξω κάλει.
你在做什么,雅典娜?千万别叫他出来。
οὐ σῖγ’ ἀνέξῃ μηδὲ δειλίαν ἀρῇ;5
你不能安静下来,也不要抱持懦弱吗?
μὴ πρὸς θεῶν· ἀλλ’ ἔνδον ἀρκείτω μένων.
凭诸神之名,不要!让他留在里面就够了。
τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ’ ἦν;
会发生什么呢?以前他难道不是个英雄吗?
ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
对此人而言曾是仇敌,而今依然是。
οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
那么,嘲笑仇敌难道不是最甜蜜的笑声吗?
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
对我来说,他留在屋里就足够了。
μεμηνότ’ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
你害怕见到一个明显疯了的人吗?
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
如果他神志清醒,我绝不会因为害怕而退缩。
- 2πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον
ἐχθρῶν 是修饰 πεῖραν 的宾格性属格(“对敌人的企图”)。不定式 ἁρπάσαι 在此作目的状语,修饰分词 θηρώμενον(“搜寻以夺取”)。
- 15κἂν ἄποπτος ᾖς ὅμως
形容词 ἄποπτος 在此作被动理解,意为“看不见的”或“不在视线内的”(“即使你隐而不现”)。这符合雅典娜在舞台上只发出声音而不露面的戏剧设定。
- 33κοὐκ ἔχω μαθεῖν ὅτου
ὅτου 是关系代名词 ὅστις 的属格,此处为间接疑问句的省略形式 ὅτου [ἐστίν](“那是谁的”),指代前文提到的足迹(ἴχνη)。
- 52γνώμας βαλοῦσα, τῆς ἀνηκέστου χαρᾶς
此处的 τῆς ἀνηκέστου χαρᾶς(“不可挽回的狂喜”)是分离属格,修饰第51行的动词 ἀπείργω(“阻止、使远离”),意为“通过投下幻影使他远离那毁灭性的狂喜”。
- 75οὐ σῖγ’ ἀνέξῃ μηδὲ δειλίαν ἀρῇ
否定词 οὐ 加上将来直说法的动词(ἀνέξῃ 与 ἀρῇ)用于表示强烈的命令或禁止(“你难道不能保持安静,不表现出懦弱吗?”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 3 处
