- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 6. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg141.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
作者反对伊壁鸠鲁学派“隐匿地生活”的主张,论证德行与能力只有在通过行动为社会所知时才能发挥真价值,而隐遁和无为会使灵魂萎缩。他通过太阳升起、驱散黑暗并促使人们走向社会活动的隐喻,阐明了认识与实践的重要性。
εἰ δʼ ἐκ τοῦ βίου καθάπερ ἐκ συμποσίου φῶς ἀναιρεῖς τὴν γνῶσιν, ὡς πάντα ποιεῖν ἐξ ἡδονῆς πρὸς ἡδονὴν λανθάνουσαν, λάθε βιώσας. πάνυ μὲν οὖν,1 ἂν μεθʼ Ἡδείας βιοῦν μέλλω τῆς ἑταίρας καὶ Λεοντίῳ συγκαταζῆν καὶ τῷ καλῷ προσπτύειν καὶ τἀγαθόν ἐν σαρκὶ καὶ γαργαλισμοῖς τίθεσθαι· ταῦτα δεῖται σκότους τὰ τέλη, ταῦτα νυκτός, ἐπὶ ταῦτα τὴν λήθην καὶ τὴν ἄγνοιαν. ἐὰν δέ τις ἐν μὲν φυσικοῖς θεὸν ὑμνῇ καὶ δίκην καὶ πρόνοιαν, ἐν δʼ ἠθικοῖς; νόμον καὶ κοινωνίαν καὶ πολιτείαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἀλλὰ μὴ τὴν χρείαν, διὰ τί λάθῃ βιώσας; ἵνα μηδένα παιδεύσῃ ἢ μηδενὶ ζηλωτὸς ἀρετῆς μηδὲ παράδειγμα καλὸν γένηται; εἰ Θεμιστοκλῆς Ἀθηναίους ἐλάνθανεν, οὐκ ἂν ἡ Ἑλλὰς ἀπεώσατο Ξέρξην· εἰ Ῥωμαίους Κάμιλλος, οὐκ ἂν ἡ Ῥώμη πόλις ἔμεινεν· εἰ Δίωνα Πλάτων, οὐκ ἂν ἠλευθερώθη ἡ Σικελία. ὧσπερ δέ, οἶμαι, τὸ φῶς οὐ μόνον φανεροὺς ἀλλὰ καὶ χρησίμους καθίστησιν ἡμᾶς ἀλλήλοις, οὕτως ἡ γνῶσις οὐ μόνον δόξαν ἀλλὰ καὶ πρᾶξιν ταῖς ἀρεταῖς δίδωσιν. Ἐπαμεινώνδας γοῦν εἰς τεσσαρακοστὸν ἔτος ἀγνοηθείς οὐδὲν ὤνησε Θηβαίους ὕστερον δὲ πιστευθεὶς καὶ ἄρξας τὴν μὲν πόλιν ἀπολλυμένην ἔσωσε, τὴν δʼ Ἑλλάδα δουλεύουσαν ἠλευθέρωσε, καθάπερ ἐν φωτὶ τῇ δόξῃ τὴν ἀρετὴν ἐνεργὸν ἐπὶ καιροῦ παρασχόμενος "λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσεν2" οὐ μόνον στέγος ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ ἦθος ἀνδρός, οἷον εὐρῶτα καὶ γῆρας ἐν ἀπραξίᾳ διʼ ἀγνοίας ἐφελκόμενον. ἡσυχία δὲ κωφὴ καὶ βίος ἑδραῖος ἐπὶ σχολῆς ἀποκείμενος οὐ μόνον σῶμα ἀλλὰ καὶ ψυχὴν μαραίνει· καὶ καθάπερ τὰ λανθάνοντα τῶν ὑδάτων τῷ περισκιάζεσθαι καὶ καθῆσθαι μὴ ἀπορρέοντα σήπεται, οὕτω τῶν ἀκινήτων βίων, ὡς ἔοικεν, ἄν τι χρήσιμον ἔχωσι, φθείρονται καὶ ἀπογηράσκουσιν αἱ σύμφυτοι δυνάμεις.
但是,如果你把认识从生活中抽离,就像从宴会中抽离光亮一样,以便为了隐秘的快乐而因快乐去做一切,那么“隐匿地生活”吧。的确如此,如果我将与妓女赫德亚共度余生,与莱翁蒂翁同居,并唾弃美,且将 善置于“肉体与爱抚的快感”之中;这些目的需要黑暗,需要夜晚,对于这些,遗忘与无知是必需的。但如果有人在自然学中颂扬神、正义与神圣的摄理,在伦理学中颂扬法律、共同体与城邦国制,在城邦政治中颂扬高尚而非实用,他为何要隐匿地生活?是为了不教育任何人,还是为了不让任何人对他的美德产生向往,或者不成为一个高尚的典范?如果特米斯托克利隐匿于雅典人,希腊就不会击退薛西斯;如果卡米卢斯隐匿于罗马人,罗马就不会作为一个城市留存下来;如果柏拉图隐匿于狄翁,西西里就不会获得解放。而且,正如我认为,光线不仅使我们显现,也使我们彼此有用,同样,认识不仅给予美德名声,也给予其行动。至少伊帕密浓达在四十岁前一直不为人知,对底比斯人毫无益处,但后来受到信任并担任统治者时,他挽救了濒临灭亡的城邦,解放了受奴役的希腊,他在名声的光芒中,在适当的时机展现了活跃的美德。 “因为美德在需要时闪耀,如同高贵的青铜;但随着时间闲置,它便衰退,”正如索福克勒斯所说,不仅“房屋”如此,人的品格亦然,在无所作为中,因不为人知而招致霉斑和老朽。而无声的寂静和闲暇中静止不动的生活,不仅使身体,也使灵魂萎缩;正如隐秘之水因被遮蔽、停滞不流而腐烂一样,同样,在静止的生活中,似乎即使它们拥有什么有用的东西,其天赋的能力也会被损毁并衰老。
οὐχ ὁρᾷς, ὅτι νυκτὸς μὲν ἐπιούσης τά τε σώματα δυσεργεῖς βαρύτητες ἴσχουσι καὶ τὰς ψυχὰς ὄκνοι καταλαμβάνουσιν ἀδρανεῖς, καὶ συσταλεὶς; ὁ λογισμὸς εἰς ἑαυτὸν ὥσπερ πῦρ ἀμαυρὸν ὑπʼ ἀργίας καὶ κατηφείας μακρὰν διεσπασμέναις πάλλεται φαντασίαις, ὅσον αὐτὸ τὸ ζῆν τὸν ἄνθρωπον ὑποσημαίνειν;3 "ἦμος δʼ ἠπεροπῆας; ἀπεπτοίησεν ὀνείρους" ὁ ἥλιος ἀνασχὼν καὶ καθάπερ εἰς ταὐτὸ συμμίξας ἐπέστρεψε καὶ συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δημόκριτος νέα ἐφʼ ἡμέρῃ φρονέοντες ἅνθρωποι, τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες,4 ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται.
你难道没有看到,当夜晚来临时,沉重的负担使身体难以动作,无力的迟疑侵袭着灵魂,而理性因无所事事和沮丧而退缩回自身,如同微弱的火,“在飘散流离的幻象中闪烁,”其微弱程度仅够向人示意自己还活着? “但是,当太阳升起,驱散了欺骗的梦境,”太阳就像把人们聚集在同一个地方一样,用光芒挽回并促使所有人的行动与思想,正如德谟克利特所说: “人们每日思虑常新,”他们被彼此之间的冲动拉扯着,仿佛被一根绷紧的绳索牵引,各自从不同的地方站起来投身于行动。
- 4πάνυ μὲν οὖν
表示带有讽刺意味的强烈同意。“的确如此,如果……”,在假定伊壁鸠鲁主义享乐主义生活方式的前提下,承认“隐匿地生活”这一命令仅在此种情况下才成立。
- 4χρόνῳ δʼ ἀργῆσαν ἤμυσεν
引用自索福克勒斯的残篇(Fragment 864 Radt)。不及物动词 ἤμυσεν(ἡμύω 的不定过去时)意为“倾斜、衰退、坍塌”。此处将金属因久置不用而劣化的现象,比喻人类的品格(ἦθος)在隐遁生活中会衰退。
- 5ὅσον αὐτὸ τὸ ζῆν τὸν ἄνθρωπον ὑποσημαίνειν
关系副词 ὅσον 表示结果或程度,后接不定式 ὑποσημαίνειν。描写了理性被幻觉困扰,衰弱到“仅够向人示意自己还活着”的程度。
- 5τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες
被动语态分词 σπασθέντες(源自 σπάω,“拉,扯”)受到与格短语 τῇ ... ὁρμῇ(“通过对……的冲动”)以及由 καθάπερ 引导的比喻“如同绷紧的绳索”所修饰。描绘了太阳升起时,人们从孤立的睡眠中被唤醒,仿佛被社会互动的纽带所牵引,重新开始社会活动的情景。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
