- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 6. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg141.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
普鲁塔克批判了伊壁鸠鲁的格言“隐匿地生活”,指出提出该格言的人本身就在追求名声,并论证恶德不应隐瞒而应予以治疗,优秀之人应当为社会做出贡献。
ἀλλʼ οὐδʼ ὁ τοῦτʼ εἰπὼν λαθεῖν ἠθέλησεν αὐτὸ γὰρ τοῦτʼ εἶπεν, ἵνα μὴ λάθῃ, ὥς τι φρονῶν περιττότερον·1 ἐκ τῆς εἰς ἀδοξίαν προτροπῆς δόξαν ἄδικον ποριζόμενος· "μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός·" τοὺς μὲν γὰρ περὶ Φιλόξενον τὸν Ἐρύξιδος καὶ Γνάθωνα τὸν Σικελιώτην ἐπτοημένους περὶ τὰ ὄψα λέγουσιν ἐναπομύττεσθαι ταῖς παροψίσιν, ὅπως τοὺς συνεσθίοντας διατρέψαντες αὐτοὶ μόνοι τῶν παρακειμένων ἐμφορηθῶσιν οἱ δʼ ἀκράτως φιλόδοξοι καὶ κατακόρως διαβάλλουσιν ἑτέροις τὴν δόξαν ὥσπερ ἀντερασταῖς, ἵνα τυγχάνωσιν αὐτῆς ἀνανταγωνίστως καὶ ταὐτὰ τοῖς ἐρέσσουσι ποιοῦσιν· ὡς γὰρ ἐκεῖνοι, πρὸς τὴν πρύμναν ἀφορῶντες τῆς νεώς, τῇ κατὰ πρῷραν ὁρμῇ συνεργοῦσιν, ὡς ἂν ἐκ τῆς ἀνακοπῆς περίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθμεῖον,2 οὕτως οἱ τὰ τοιαῦτα παραγγέλματα διδόντες ὥσπερ ἀπεστραμμένοι τὴν δόξαν διώκουσιν. ἐπεὶ τί λέγειν ἔδει τοῦτο; τί δὲ γράφειν καὶ γράψαντα ἐκδιδόναι πρὸς τὸν μετὰ ταῦτα χρόνον, εἰ λαθεῖν ἐβούλετο τοὺς ὄντας ὁ μηδὲ τοὺς ἐσομένους;3
然而,说出这话的人自己也并不想隐匿起来。因为他正是为了不被隐匿,才说了这句话,仿佛他有什么胜人一筹的见识,通过劝人默默无闻来为自己谋取不正当的名声。 “我讨厌那种对自己不聪明的智者。” 因为人们说,围绕在厄里克西斯之子菲洛克塞诺斯和西西里的格纳同身边那些对美食着迷的人,往配菜里擤鼻涕,以便通过让同席者恶心,从而使他们自己能够独自饱食摆在面前的食物。而那些过度且贪得无厌地追求名誉的人,也向别人诋毁名声,就像对待情敌一样,以便自己能够没有竞争地获得它。他们的所作所为与划桨的人一模一样。因为正如那些人,望着船尾,却协力向着船头推进——因为由于受阻而产生的回流赶上并一同推着小船向前——同样,那些给出这种训诫的人,也仿佛背过身去一样追求着名声。否则,何必说出这话呢?又何必写下来,并在写好后出版以留给后世,如果他既想隐匿于今人,甚至也想隐匿于后人呢?
ἀλλὰ τοῦτο μὲν ἐῶμεν· αὐτὸ δὲ τὸ πρᾶγμα πῶς οὐ πονηρόν, λάθε βιώσας; ὡς τυμβωρυχήσας; ἀλλʼ αἰσχρόν ἐστι τὸ ζῆν, ἵνʼ ἀγνοῶμεν πάντες; ἐγὼ δʼ ἂν εἴποιμι, μηδὲ κακῶς βιώσας λάθε,4 ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον εἴτʼ ἀρετὴν ἔχεις, μὴ γένῃ ἄχρηστος εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος. μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις· εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος, λάθε καὶ πυρέττων, λάθε φρενιτίζων, μὴ γνῷ σε ὁ ἰατρός· ἴθι ῥίψας ποι κατὰ σκότου σεαυτόν, ἀγνοούμενος ὁμοῦ τοῖς πάθεσι· καὶ σὺ ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας, ὥσπερ τινὰς σφυγμούς, δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις. οἱ δὲ σφόδρα παλαιοὶ καὶ τοὺς νοσοῦντας φανερῶς προῆγον· τούτων δʼ ἕκαστος εἴ τι πρόσφορον ἔχοι, παθὼν αὐτὸς ἢ παθόντα θεραπεύσας, ἔφραζε τῷ δεομένῳ· καὶ τέχνην οὕτω φασὶν ἐκ πείρας συνερανιζομένην μεγάλην γενέσθαι. ἔδει δὴ καὶ τοὺς νοσώδεις βίους καὶ τὰ τῆς ψυχῆς πᾶσιν ἀπογυμνοῦν καὶ ἅπτεσθαι καὶ λέγειν ἑκάστων ἐπισκοποῦντα τὰς διαθέσεις ὀργίζῃ; τοῦτο φύλαξαι· ζηλοτυπεῖς; ἐκεῖνο ποίησον· ἐρᾷς; κἀγώ ποτʼ ἠράσθην ἀλλὰ μετενόησα νῦν δʼ ἀρνούμενοι, ἀποκρυπτόμενοι, περιστέλλοντες, ἐμβαθύνουσι τὴν κακίαν ἑαυτοῖς.
但让我们把这搁置一边。然而,“隐匿地生活”这件事情本身怎能不恶劣?难不成像掘墓盗墓一样?难道活着是件可耻的事,以至于我们所有人都该互不相识?而我会说,即使活得很糟,也不要隐匿,而要让人知道,受到惩戒,悔过自新;如果你拥有德行,不要成为无用之人;如果你有恶德,不要保持未被治愈的状态。更应当区分并明确你将这道命令吩咐给谁。如果是给无知、邪恶且愚蠢的人,你与那些说“发烧时也要隐匿,发狂时也要隐匿,不要让医生知道你;去吧,把自己投进黑暗的某处,与你的病痛一起不为人知”的人毫无区别。而你,患着恶德这一无可救药且致命的疾病,却隐藏着嫉妒和迷信(如同隐藏某种脉搏),害怕将它们展现给那些有能力劝诫和治疗的人。然而,极古老的人们甚至会将病人带到明处。他们中每个人如果有什么有用的经验(自己曾患此病,或治愈过患者),就会告诉需要的人。据说明医术就是这样通过经验汇集而变得伟大的。因此,也应当将病态的生活和灵魂的疾病向所有人暴露,并接触和交谈,观察每个人的心理状态: “你在生气吗?提防这个。你在嫉妒吗?做那个。你在恋爱吗?我也曾恋爱过,但我悔改了。” 但现在,人们通过否认、隐瞒、遮掩,反而在自身中加深了恶德。
καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς, Ἐπαμεινώνδᾳ λέγεις μὴ στρατήγει καὶ Λυκούργῳ μὴ νομοθέτει καὶ Θρασυβούλῳ μὴ τυραννοκτόνει καὶ Πυθαγόρᾳ μὴ παίδευε καὶ Σωκράτει μὴ διαλέγου· καὶ σεαυτῷ πρῶτον Ἐπίκουρε, μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις μηδὲ τοῖς ἀπʼ Αἰγύπτου ξενολόγει μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει·5 μηδὲ διάπεμπε βίβλους, πᾶσι καὶ πάσαις ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ ταφῆς. τί γὰρ αἱ κοιναὶ τράπεζαι; τί δʼ αἱ τῶν ἐπιτηδείων καὶ καλῶν σύνοδοι; τί δʼ αἱ τοσαῦται μυριάδες στίχων ἐπὶ Μητρόδωρον, ἐπʼ Ἀριστόβουλον, ἐπὶ Χαιρέδημον γραφόμεναι καὶ συντασσόμεναι φιλοπόνως; ἵνα μηδʼ ἀποθανόντες λάθωσιν, ἢ ἵνʼ ἀμνηστίαν νομοθετῇς ἀρετῇ καὶ ἀπραξίαν τέχνῃ καὶ σιωπὴν φιλοσοφίᾳ καὶ λήθην εὐπραγίᾳ;
况且,如果你劝告优秀的人去隐匿、去不为人知,你就是在对伊帕密浓达说: “不要当将军”;对吕库古说: “不要立法”;对色拉西布洛斯说: “不要刺杀僭主”;对毕达哥拉斯说: “不要教书育人”;对苏格拉底说: “不要进行对话”。 而且首先是对你自己,伊壁鸠鲁说:“不要给在亚洲的朋友们写信,不要招募来自埃及的人,不要护卫兰普萨科斯的青年;也不要向处处散发书信,向所有的男女展示你的智慧,更不要安排你的葬礼。”因为共同的餐桌是为了什么?同道和美好之人的聚会又是为了什么?而那些为梅特罗多洛斯、为阿里斯托布洛斯、为海雷德莫斯倾注心血写成和编纂的成千上万行诗文又是为了什么?是为了让他们即使在死后也不被隐匿,还是为了让你给德行制定遗忘之法,给技术制定无为之法,给哲学制定沉默之法,给善行制定忘却之法?”
- 1ὥς τι φρονῶν περιττότερον
带有 ὡς 的分词 φρονῶν 表示主观原因或假装(“仿佛认为/怀有……”)。περιττότερον 是形容词 περιττός(非凡的、超群的)的比较级中性单数,在此作名词性使用,意为“某种更不寻常的事物”。
- 1ὡς ἂν ἐκ τῆς ἀνακοπῆς περίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθμεῖον
连词 ὡς ἄν 连同虚拟语气(συνεπωθῇ)表示目的或预期的结果(“以便……”)。ἀνακοπή 指船只推进时的水阻或反作用,περίρροια 指由此产生的回流或周围波浪。分词 καταλαμβάνουσα(追赶上)修饰 περίρροια,描绘了从后方推船的力量。
- 1ὁ μηδὲ τοὺς ἐσομένους
带有分词或关系代词意义的定冠词 ὁ 作为主语(指伊壁鸠鲁),意为“那个[甚至不想对]未来之人[隐匿的]人”。μηδέ 起到强调否定的作用。在语法上,需要补充前文的语境(即“渴望隐匿” λαθεῖν ἐβούλετο)。
- 2μηδὲ κακῶς βιώσας λάθε
戏仿了伊壁鸠鲁的格言“λάθε βιώσας”(隐匿地生活),用副词 κακῶς 修饰分词 βιώσας,并由 μηδέ 引导否定。它起到了强烈的禁止或劝诫作用:“即使活得很糟,也不要隐匿。”
- 3μηδὲ τοὺς Λαμψακηνῶν ἐφήβους δορυφόρει
动词 δορυφορέω 本义为“作为持枪护卫侍从”或“护卫”。在这里,它被隐喻性且批判性地用来指伊壁鸠鲁在兰普萨科斯吸引并受到年轻追随者的拥戴(或在精神上庇护他们),因此意为“拉拢/护卫青年”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
