- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:2-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡菲西亚斯讲述了同谋者在西米亚斯家中的伪装聚会、关于伊巴密浓达拒绝参与暗杀行动的争论,以及菲利达斯利用宴席诱杀僭主的计划。
ΚΑΦ. καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου συνιόντες οἰκίαν, ἔκ τινος πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτόν, ἐντυγχάνειν μὲν ἀλλήλοις ἔκ του δεήσειε,1 φανερῶς δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον, οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις, ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν, ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθεσθεὶς μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. τῆς δʼ ἡμέρας ἐκείνης, ἐν σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί τις ἐνθένδε, Φερενίκου πέμψαντος, ἄνθρωπος οὐδενὶ ἢ Χάρωνι τῶν παρʼ ἡμῖν γνώριμος· ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν, καὶ τὴν οἰκίαν, ἐν κρυβήσονται παρελθόντες, ὃς παρέξει γνωσόμενος, ὡς ἂν εἰδότες εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δʼ ἡμῶν καὶ σκοπούντων, αὐτὸς ὡμολόγησεν ὁ Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας.
卡菲西亚斯:确实,阿基达穆斯啊,在那些日子里,我们所有参与密谋的人都习惯聚集在因腿部受伤而正在疗养的西米亚斯家中;这样一旦有何需要,我们便能彼此会面,而在表面上则公开从事论道与哲学探讨,常常借此引得阿基亚斯与雷翁提达斯消除疑心,因为他们对这类消遣并非完全排斥。原来西米亚斯长年客居异邦,在各邦异族人中游历,不久前才满载着各色奇谈异闻和蛮族言论返回底比斯;每逢阿基亚斯得闲,便极乐意与青年人们围坐倾听,他更希望我们把时光消磨在清谈中,而不是去留心他们的所作所为。就在那天,按照约定流亡者应当在入夜后秘密抵达城墙附近,一位受费雷尼科斯差遣的人从这里赶来,在我们当中除了卡隆之外没人认得他。他通报说,流亡者中最年轻的十二人正带着猎犬在基泰戎山一带打猎,打算在傍晚时分抵达;他自己被派来预先通报此事,并打探何人愿意提供房屋供他们潜入后藏身,以便他们知晓后直接前往那里。正在我们为难踌躇之际,卡隆本人答应由他提供寓所。于是那人便决定火速赶回流亡者那里。
ἐμοῦ δʼ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας προερχόμενον οὗτος εἶπεν ὦ Καφεισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς, ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός ἀλλʼ ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν, ἀμβλὺς ἐστι καὶ ἀπρόθυμος, τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος. κἀγὼ πρὸς αὐτὸν ὦ προθυμότατε εἶπον Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν, εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρόν, ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν, εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν βιαζόμενος οὐκ οὖν καὶ οὗτος δήπου μηδένα τῶν πολιτῶν ἄκριτον,2 ἀλλὰ καὶ αἵματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δʼ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ ἀναίτιον ἐφεστάναι τοῖς καιροῖς, μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς· Εὐμολπίδαν δὲ καὶ Σαμίδαν, ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων.
这时,占卜者塞奥克里托斯紧紧握住我的手,注视着走上前来的卡隆说道: “卡菲西亚斯啊,这个人并非哲人,也没有像你的兄弟伊巴密浓达那样受过卓越不凡的教化;但你看,他在城邦法律的熏陶下天性向往崇高,甘愿为了祖国去冒极大的凶险。反观伊巴密浓达,自命在追求美德的教化上胜过全体波奥提亚人,却迟钝畏缩,虽有这般天赋且做好了充分准备,却不肯利用眼前这个时机,也不肯利用任何更好的时机。” 我便对他说: “最热诚的塞奥克里托斯啊,我们是在践行既定的决议。但伊巴密浓达既然无法说服大家放弃此举——正如他认为放弃更为妥当——那么当有人催促他去做既不合其天性、亦非他所认可的事情时,他加以抗拒也是理所当然的。因为我想,如果一位医者承诺不用刀与火便能祛除疾患,你若强迫他去开刀或烧灼,也是不合情理的吧。若是有人不把任何公民未经审判便处死,且在不使城邦蒙受内讧流血与屠戮的情况下解放城邦,他想必也是绝不会拒绝竭力并肩作战的。然而既然他无法说服众人,而我们又已踏上了这条道路,他便请求准许他自身远离杀戮之垢且不负罪责,留待伺机而动,在秉持正义的同时兼顾城邦的利益。因为这场行动将是毫无节制的:费雷尼科斯和珀洛皮达斯或许会主要针对首恶与歹徒;但欧摩尔庇达斯与萨米达斯这类暴躁易怒、血气方刚之人,一旦在夜色中大权在握,在全城流血漂橹、消灭众多私仇之前,是绝不会收起刀剑的。”
ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον, Θεόκριτον ὁ Γαλαξίδωρος,3 ἐγγὺς γὰρ Ἀρχίαν ἑώρα καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς ταὐτὸν ἡμῖν σπεύδοντας. ἡμεῖς μὲν οὖν ἐπέσχομεν· ὁ δʼ Ἀρχίας καλέσας τὸν Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ λαλεῖ πολὺν χρόνον ἐκνεύσας τῆς ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον· ὥσθʼ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. ἐν τούτῳ δὲ Φυλλίδας, ὃν οἶσθʼ, ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην. εἶτα πόρρω τῶν ἄλλων ἀπαγαγὼν ἐπυνθάνετο περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. ἐμοῦ δὲ φήσαντος, οὐκοῦν εἶπεν ὀρθῶς ἐγὼ τὴν ὑποδοχὴν παρεσκεύακα σήμερον, ὡς δεξόμενος Ἀρχίαν καὶ παρέξων ἐν οἴνῳ καὶ μέθῃ τοῖς ἀνδράσιν εὐχείρωτον ἄριστα μὲν οὖν εἶπον ὦ Φυλλίδα, καὶ πειράθητι πάντας ἢ ὅτι πλείστους εἰς ταὐτὸ τῶν ἐχθρῶν συναγαγεῖν ἀλλʼ οὐ ῥᾴδιον ἔφη μᾶλλον δʼ ἀδύνατον· ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτόν, οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην· ὥσθʼ ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας· Ἀρχίου γὰρ ἅμα καὶ Λεοντίδου προκαταληφθέντων, οἶμαι τοὺς ἄλλους ἐκποδὼν ἔσεσθαι φεύγοντας ἢ μενεῖν μεθʼ ἡσυχίας ἀγαπῶντας ἄν τις διδῷ τὴν ἀσφάλειαν οὕτως ἔφην ποιήσομεν. ἀλλὰ τί πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται; καὶ ὁ Φυλλίδας οὐ σαφῶς εἶπεν οὐδʼ ὡς ἐπιστάμενος· ἤκουον δὲ σημεῖα καὶ μαντεύματα δυσχερῆ καὶ χαλεπὰ προστίθεσθαι τῇ Σπάρτῃ. Φειδόλαος ὁ Ἁλιάρτιος ἀπαντήσας μικρόν εἶπεν ὑμᾶς ἐνταῦθα περιμεῖναι Σιμμίας. ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ περὶ Ἀμφιθέου παραιτούμενος μεῖναι τὸ διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ.
正当我与塞奥克里托斯谈论这些时,加拉西多罗斯打断了塞奥克里托斯,因为他看见阿基亚斯与斯巴达人吕萨诺里达斯正从卡德摩斯要塞匆匆赶来,仿佛正要走到我们跟前。于是我们便停下脚步;阿基亚斯把塞奥克里托斯叫过去引见给吕萨诺里达斯,并在安菲翁丘下稍微偏离道路的地方与他密谈了许久;以致我们十分焦急,唯恐他们察觉到了某种猜疑或密告,正在就此盘问塞奥克里托斯。正在这时,阿基达穆斯啊,正如你所知,当时担任阿基亚斯等军事统领的秘书并参与密谋的菲利达斯走了过来,像往常一样拉着我的手,表面上公开拿体操与摔跤打趣。接着他把我引到远离其他人的地方,探问流亡者是否按期行动。在得到我肯定的答复后,他说: “那么我今天备下宴席正是做对了,这样便能接待阿基亚斯,并让他在酒醉之中任由义士们轻易制服。” “那真是太好了,菲利达斯,”我说,“你还要设法把所有仇敌,或者尽可能多的人召集到一处。” “但这并不容易,”他说,“甚至可以说是不可能的。因为阿基亚斯指望某位贵妇在那个时辰前来幽会,所以不希望雷翁提达斯在场;因此我们必须分兵前往各自的宅邸扑杀他们。只要阿基亚斯与雷翁提达斯同时被先发制人地除掉,我认为其余的人要么闻风溃逃,要么只要有人保证其安全,便会安分守己地留下来。” “我们便照此办理,”我说,“不过他们跟塞奥克里托斯究竟有什么事要谈论呢?” 菲利达斯语焉不详,也并不像确知内情似地回答说,他听说有不利且凶险的征兆与神谕传到了斯巴达。这时哈利亚图斯的费多拉奥斯迎上前来对我们说: “西米亚斯让你们在此稍候片刻。因为他正在私下就安菲塞奥斯的事向雷翁提达斯求情,试图为那人争取以流放代替死刑。”
- 2ἐντυγχάνειν μὲν ἀλλήλοις ἔκ του δεήσειε
此处 ἔκ του δεήσειε 在不同抄本或校勘中亦作 εἴ του δεήσειε(“一旦有何需要”)。祈愿语气 δεήσειε 呼应主句表示过去反复习惯的动词 εἰώθειμεν,构成过去普遍/反复条件从句(“每当有需要时”)。
- 576eμηδένα τῶν πολιτῶν ἄκριτον
在反问句 οὐκ οὖν καὶ οὗτος δήπου ... συναγωνιεῖσθαι προθύμως 中,μηδένα τῶν πολιτῶν ἄκριτον 后面省略了如 ἀποκτιννύουσιν(“不未经审判而处决任何公民”)之类的分词,与后面的分词短语 αἵματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι(“使城邦免于内讧流血而解放之”)构成伊巴密浓达愿意参战的前提条件。
- 577aΘεόκριτον ὁ Γαλαξίδωρος
在 ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον, Θεόκριτον ὁ Γαλαξίδωρος, ἐγγὺς γὰρ Ἀρχίαν ἑώρα 这一句式中,主语 ὁ Γαλαξίδωρος 支配宾格 Θεόκριτον 所必需的及物动词(如“打断”、“制止”)因插入解释从句 ἐγγὺς γὰρ... 而发生了省略(文意中断/句式脱落)。
