- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿基达穆斯引用欣赏画作的比喻,请求卡菲西亚斯详述底比斯解放的经过及其中的言论;卡菲西亚斯在确认听众的意向并确定已知背景后,答应接续讲述政变与推翻僭主的经过。
Ἀρχίδαμος. ζωγράφου τινός, ὦ Καφεισία, μέμνημαί περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμοῦ πολὺν ἀσπαζομένοις, τοὺς δὲ κομψοὺς καὶ φιλοτέχνους καθʼ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδʼ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος· τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπὲρ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων θεατὴν τὰ καθʼ ἕκαστα μᾶλλον εὐφραίνειν τῷ μὲν τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δʼ ἐν ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ μέρους ἀγῶνας ἀρετῆς πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα1 καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ. τούτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν ἀπʼ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ παρόντος, ὡς ἐμοῦ μηδʼ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ2 καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν. ΚΑΦΕΙΣΙΑΣ. ἀλλʼ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ διʼ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος, ἐμὲ καὶ ἀσχολίας ὑπέρτερον θέσθαι κατὰ Πίνδαρον τὸ δεῦρʼ ἐλθεῖν ἐπὶ τὴν διήγησιν τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον, δόξειεν ἂν ἐγείρειν3 τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον· ἡμεῖς δὲ παρὰ Λῦσιν τὸν ἱερὸν σπουδάζοντες οὕτω διεφάνημεν. ἀλλʼ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι κελεύεις. ΑΡΧΙΔ. ἀγνοεῖς, ὦ Καφεισία, τοὺς ἄνδρας. ἦ μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός· οὗτοι δʼ Ἀρχίνου παῖδες· οἱ δʼ ἄλλοι τῆς ἑταιρίας τῆς ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον ἔχειν τὴν διήγησιν. ΚΑΦ. εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις; ΑΡΧΙΔ. ἡμεῖς, ὦ Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρʼ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντʼ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντʼ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν τῶν φίλων καὶ τὴν ἅλωσιν τῶν τυράννων διηγεῖσθαι.
阿基达穆斯:卡菲西亚斯啊,我记得曾听一位画家用比喻对观赏画作的人作过一番精辟的评论。他说,外行且不谙技艺的观众,好比那些同时向一大群人笼统致意的人;而高雅且热爱艺术的人,则好比逐一问候所遇见的每一个人。因为对于前者而言,对成果的概览并不精确,仅仅停留在某种粗略的轮廓;但对于那些以判断力分部审视作品的人来说,无论成败得失,没有任何细节能逃过他们的双眼而不被评说。我认为对于真实的行为亦是如此:对于智力较迟钝的人,若能知晓事情的要旨与结局,对了解历史而言便已足够;但对于那些以崇尚荣誉、热爱美好之心,观赏为美德——宛如伟大艺术——而完成之功业的看客而言,具体的细节更能带来愉悦。因为结局本身多与机运相关,而他却能在起因与各阶段的细节中,洞察美德对抗际遇的抗争,以及理智在惊险之中结合时机与激情所展现的审慎胆魄。因此,请将我们也视为此类看客,从头向我们详述此事是如何付诸实行的,以及有你在场时应当有过的言论;若非因为我现在就被雅典人认为过于亲波奥提亚,我甚至不会犹豫为了此事亲自前往底比斯。 卡菲西亚斯:阿基达穆斯啊,既然你出于善意如此热切地渴望了解所发生之事,我本应当如品达所言,“置于事务之上”,把来到此地进行讲述置于首位;而我们既然因出使而来,在获得民众答复之前尚有闲暇,若对一位通情达理且待友热诚之人推拒并表现得粗鄙无礼,恐会重新唤起波奥提亚人自古以来被讥为“厌恶言论”的恶名——这一恶名多亏你们的苏格拉底本已渐趋消退;然而我们因追随神圣的吕西斯勤学求知,才展现出这般面貌。不过,请看在座的人是否适宜同时聆听如此繁多的行动与言论;因为这篇叙述绝非短小,何况你还要求将言论也一并涵括其中。 阿基达穆斯:卡菲西亚斯,你不认得这些人。确实值得结识他们,他们的父辈品行高尚,且对你们怀有深厚情谊。这位是斯拉西布鲁斯的侄子吕西塞得斯;这位是科农之子提摩太;这些是阿基努斯的儿子们;其余的人也全都属于我们的同僚团体;因此你的叙述拥有一批友善且契合的听众。 卡菲西亚斯:说得好;不过就你们所已知的事件而言,这篇叙述以何处作为起点对你们来说才算适度呢? 阿基达穆斯:卡菲西亚斯,在流亡者归来之前底比斯的情形,我们大致上都清楚。因为阿基亚斯与雷翁提达斯一派如何劝说福比达斯在停战期间占领卡德摩斯要塞,驱逐部分公民,并以恐惧压制其他人,自己违法且残暴地实行统治,这些我们在这里便已知晓,正如你所知,我们成了梅隆与珀洛皮达斯一行的私人宾客,且在他们流亡期间始终与他们交往;再者,拉刻代蒙人如何因福比达斯占领要塞而对他处以罚款,解除他出征奥林托斯的指挥权,却又派吕萨诺里达斯等三人接替他,更加严密地驻守卫城,这些我们也已听闻;我们还得知伊斯梅尼亚斯在针对他的审判之后立即惨遭不幸的处决,因为戈尔吉达斯已通过信件将一切通报给此处的流亡者;因此留给你的,唯有讲述朋友们的归来本身与推翻僭主的经过了。
- 575cτῷ μὲν τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δʼ ἐν ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ μέρους ἀγῶνας ἀρετῆς πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα
此处出现句法断裂(破格现象)。起首的“τῷ μέν”原本预示一个表示原因的与格结构,但随后却接了属格独立结构“τοῦ τέλους ... ἔχοντος”;而在与其相对的“τὸν δʼ”之后,句法又回复到与前文不定式的宾格宾语“τὸν δὲ ... θεατήν”相一致的宾格分词“καθορῶντα”。
- 575dὡς ἐμοῦ μηδʼ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ
连词 ὡς 引导带有助词 ἄν 的属格独立分词(ἐμοῦ ... ἂν ... κατοκνήσαντος),在间接引语中表示与过去事实相反的虚拟条件句的主句。它对应直陈式过去时的归结句(οὐκ ἂν κατώκνησα),与后文带有未完成过去时的条件从句“εἰ μὴ ... ἐδόκουν”(若非我被认为……)相呼应。
- 575dτὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον, δόξειεν ἂν ἐγείρειν
带冠词的不定式短语“τὸ ... ἀντιτείνειν καὶ ἀγροικίζεσθαι”充当主句动词“δόξειεν ἄν”的主语。宾格复数分词“ἀφιγμένους”与“ἄγοντας”充当该不定式在逻辑上的宾格主语(“我们因出使而来且拥有闲暇,却推拒并举止无礼……”)。
