← 普鲁塔克

斯巴达人名言集

§59.1-59.7

鲍萨尼亚斯论法律流亡与对医生的讽刺

记述普莱斯托阿纳克斯之子鲍萨尼亚斯关于斯巴达法律、自己在忒革亚的流亡、对色雷斯人的战术,以及针对医生的辛辣讽刺与言论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59.1

Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρʼ αὐτοῖς, ὅτι τοὺς νόμους, ἔφη, τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.

普莱斯托阿纳克斯之子鲍萨尼亚斯面对询问为何在他们当中不准变动任何古代法律的人,说道: “因为应当由法律做人的主宰,而不是由人做法律的主宰。”

§59.2

ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις, διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες; ὅτι οὐδʼ οἱ ἰατροί, ἔφη, παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες,1 διατρίβειν εἰώθασιν.

流亡之后,他在忒革亚称赞拉刻代蒙人时,有人说道: “那么你为何不留在斯巴达,反而逃亡呢?” 他说: “因为连医生 也素来不在健康人身旁,而是在患病之人所在之处度日。”

§59.3

πυνθανομένου δέ τινος αὐτοῦ πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, εἰ τὸν ἄριστον, εἶπε, στρατηγὸν καταστήσαιμεν.

有人向他询问他们怎样才能战胜色雷斯人时,他说道: “如果我们任命 最优秀的人为统帅的话。”

§59.4

ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος, οὐδὲν κακὸν ἔχεις, οὐ γὰρ σοὶ, ἔφη, ἰατρῷ χρῶμαι.2

一位医生来诊察他并说道: “你身上毫无病痛。” 他说道: “因为我并没有用你做医生。”

§59.5

μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, ὅτι, εἶπεν, εἰ ἔλαβον αὐτοῦ πεῖραν, οὐκ ἂν ἔζων.3

有一位朋友责备他,因为他既未亲身领教过某位医生,也未曾受到其任何损害,却对那名医生口出恶言,他说道: “因为 若我曾领教过他,我就不会还活着了。”

§59.6

τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ, γέρων γέγονας, διότι, εἶπεν, οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.

那位医生对他说道: “你已经成了老人了。” 他说道: “那是因为 我未曾用你做医生。”

§59.7

κράτιστον δὲ ἔλεγε τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.

他常说,最优秀的医生乃是那种不让病人受尽折磨而腐烂、而是最快将病人埋葬的医生。

语法注3 条
  1. 2ὅπου δὲ οἱ νοσοῦντες

    承前句“παρὰ τοῖς ὑγιαίνουσιν”及谓语动词“διατρίβειν εἰώθασιν”而形成的紧凑对照省略结构。在由地点关系副词ὅπου引导的从句中省略了动词(如διατρίβουσιν或εἰσίν),理解为“并非在健康人身旁,而是在患病之人所在之处”。

  2. 231aοὐ σοὶ ἰατρῷ χρῶμαι

    动词χράομαι带双与格的句式(“以某人作为……”)。其中σοί为表对象的与格,ἰατρῷ作述语同位语(述语与格)。

  3. 231aεἰ ἔλαβον αὐτοῦ πεῖραν, οὐκ ἂν ἔζων

    混合型非真实条件句。条件从句使用直陈式不定过去时(εἰ ἔλαβον)表示对过去事实的相反假设,而结论句使用直陈式未完成过去时加ἄν(οὐκ ἂν ἔζων)表示对现在持续状态的相反推论,意为“若我(过去)领教过他,我(现在)就不会还活着”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:59.1-59.7