← 普鲁塔克

斯巴达人名言集

§58.1-58.6

鲍萨尼亚斯论祖国、报复与奢靡

斯巴达将领鲍萨尼亚斯关于提洛人的祖国资格、向雅典报复、接纳堤尔泰奥斯为公民、轻视奢侈品以及普拉提亚战后波斯奢华筵席的一系列机智应答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58.1

Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων ὅτι κατὰ τὸν νόμον τὸν παρʼ αὐτοῖς οὔθ̓ αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθʼ οἱ τελευτήσαντες θάπτονται, πῶς ἂν οὖν, ἔφη, αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτʼ ἔσται;1

克勒翁布罗托斯之子鲍萨尼亚斯,当提洛人就该岛向雅典人申辩其权利,并宣称依据他们当中的法律,既无妇女在该岛生育,亦无亡者葬于其上时,说道: “那么,在其中既无你们任何人生出、未来也不会有人留存的这片土地,怎会是你们的祖国呢?”

§58.2

τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, τί οὖν οἴεσθε, ἔφη, τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας κακῶς ποιήσειν;2 ν πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην, ὅπως, ἔφη, μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.

当流亡者们敦促他率军进攻雅典人,并说在奥林匹亚节宣布他的名字时唯独雅典人对他喝倒彩,他说道: “那么你们以为, 那些在受到优待时尚且喝倒彩的人,在遭受严惩之后又会做出何事呢?”有人询问他们为何将诗人堤尔泰奥斯接纳为公民时,他说: “为了使我们的统帅永不显得是一个外邦人。”

§58.4

πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, θέλεις οὖν, ἔφη, δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις; ν θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, κρεῖττον ἔφη αὐτοὺς εἶναι, πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια.3

面对一个体质虚弱、却建议在陆上和海上迎敌冒险的人,他说道: “那么你是否愿意 脱去衣服展示你自己,让人看看是怎样的一个人建议我们去战斗?”当有人在蛮族的战利品中惊叹于衣物的华丽奢侈时,他说: “人自身具有极大的价值,胜过拥有极具价值之物。”

§58.6

μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφʼ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, νὴ τοὺς θεούς, ἔφη, λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.

在普拉提亚战胜米底人之后,他命令侍从摆出预先备好的波斯筵席;见其极尽奢华,他说道: “指着诸神发誓, 这个波斯人真是个贪吃的家伙,坐拥如此多的珍馐,竟还为了抢夺我们的麦饼而来!”

语法注3 条
  1. 230dἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτʼ ἔσται

    关系从句中的动词 οὔτʼ ἔσται 与前文的 οὔθʼ οἱ τελευτήσαντες θάπτονται(死者亦不得埋葬)相呼应,兼具“(死后)留存安葬于此”或“(因无法在此出生而)今后亦不复存在于此”的含义。

  2. 230dτοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας κακῶς ποιήσειν

    依赖于 οἴεσθε 的间接引语“宾格加不定式”结构。实质化分词 τοὺς ... συρίττοντας 作不定式 ποιήσειν 的主语宾格,疑问词 τί 作 ποιήσειν 的直接宾语。παθόντας κακῶς 为状语分词(表条件或时间),与限定分词内部的时间状语从句 ὅτε εὖ ἔπασχον 构成鲜明对照。

  3. 230eκρεῖττον ἔφη αὐτοὺς εἶναι, πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια

    由 κρεῖττον [ἐστίν] 引出的比较结构。两个不定式短语 αὐτοὺς εἶναι πολλοῦ ἀξίους 与 κεκτῆσθαι πολλοῦ ἄξια 通过 ἢ 形成对比。αὐτούς 为主语宾格,具强调义(“人自身”);属格 πολλοῦ 为受 ἄξιος 支配的价值属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:58.1-58.6