- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:71.15-71.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了伊巴密浓达机智的言辞与回应、对士兵纪律的严格要求、在死罪审判中的自信申辩,以及临终前下达的最后命令。
ἐπεὶ δὲ Ἀργεῖοι μὲν ἐγένοντο σύμμαχοι Θηβαίων, Ἀθηναίων δὲ πρέσβεις εἰς Ἀρκαδίαν παραγενόμενοι κατηγόρουν ἀμφοτέρων, καὶ Καλλίστρατος ὁ ῥήτωρ ὠνείδισε τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν,1 ἐπαναστὰς ὁ Ἐπαμεινώνδας, ὁμολογοῦμεν, ἔφη, καὶ παρʼ ἡμῖν πατροκτόνον γενέσθαι καὶ παρʼ Ἀργείοις μητροκτόνον· ἀλλὰ τοὺς ταῦτα δράσαντας ἡμεῖς μὲν ἐξεβάλομεν, Ἀθηναῖοι δὲ ὑπεδέξαντο.
当阿尔戈斯人成为忒拜人的盟友,而雅典使节来到阿卡迪亚指责双方,演说家卡利斯特拉托斯甚至以俄瑞斯忒斯和俄狄浦斯的恶名羞辱这两座城邦时,伊巴密浓达站起来说道: “我们承认, 在我们这里确实出过杀父者,在阿尔戈斯人那里也出过杀母者;然而犯下这些罪行的人被我们驱逐了,雅典人却收留了他们。”
πρὸς δὲ τοὺς Σπαρτιάτας πολλὰ καὶ μεγάλα τῶν Θηβαίων κατηγορήσαντας, οὗτοι μέντοι, εἶπεν, ὑμᾶς βραχυλογοῦντας ἔπαυσαν.
针对斯巴达人对忒拜人提出的诸多重大指控,他说道: “然而正是这些人, 让你们停止了那种寡言少语的作风。”
ἐπεὶ δὲ Ἀλέξανδρον τὸν Φεραίων τύραννον πολέμιον ὄντα Θηβαίων Ἀθηναῖοι φίλον ἐποιήσαντο καὶ σύμμαχον ὑποσχόμενον αὐτοῖς ἡμιωβολίου τὴν μνᾶν κρεῶν ὤνιον παρέξειν, ἡμεῖς δέ, ἔφη ὁ Ἐπαμεινώνδας, ξύλα προῖκα παρέξομεν Ἀθηναίοις ἐπὶ τὰ κρέα ταῦτα· τὴν γὰρ χώραν αὐτῶν τεμοῦμεν, ἂν πολυπραγμονῶσι.
当斐莱的僭主亚历山大——忒拜人的敌人——许诺以半个奥博尔一米纳的低价向雅典人提供肉类,雅典人因而与他结为朋友和盟友时,伊巴密浓达说道: “而我们, 将为雅典人免费提供用来炖这些肉的木柴;因为只要他们敢多管闲事,我们就会砍伐他们的国土。”
τοὺς δὲ Βοιωτοὺς ὑπὸ σχολῆς ἐκλυομένους ἀεὶ βουλόμενος ἐν τοῖς ὅπλοις συνέχειν, ὁπότε βοιωτάρχης αἱρεθείη, παραινῶν ἔλεγεν, ἔτι βουλεύσασθε, ἄνδρες· ἐὰν γὰρ ἐγὼ στρατηγῶ, στρατευτέον ἐστὶν ὑμῖν· καὶ τὴν χώραν ὑπτίαν οὖσαν καὶ ἀναπεπταμένην πολέμου ὀρχήστραν προσηγόρευεν, ὡς μὴ δυναμένους κρατεῖν αὐτῆς, ἂν μὴ τὴν χεῖρα διὰ πόρπακος ἔχωσι.2
由于波奥提亚人容易因闲暇而松懈,他总想让他们保持枕戈待旦的状态,每当被选为波奥提亚长官时,他便劝诫他们说道: “男人们,你们要再考虑清楚;因为如果由我担任统帅,你们就必须出征。” 他还称波奥提亚那平坦开阔的土地为“战争的舞场”,说他们若不把手臂穿过盾牌套环,就无法守住这片土地。
τοῦ δὲ Χαβρίου περὶ Κόρινθον ὀλίγους τινὰς τῶν Θηβαίων ὑπὸ τὰ τείχη φιλομαχοῦντας καταβαλόντος καὶ στήσαντος τρόπαιον, ὁ Ἐπαμεινώνδας καταγελῶν ἔφη, ἐνταῦθα δεῖ οὐ τρόπαιον ἀλλὰ Ἑκάταιον ἑστάναι τὴν γὰρ Ἑκάτην ἐπιεικῶς ἐν ταῖς πρὸ τῶν πυλῶν ἱδρύοντο τριόδοις.
当哈布里亚斯在科林斯附近将少数在城墙下好勇斗狠的忒拜人击倒并立起战利品纪念碑时,伊巴密浓达嘲弄着说道: “立在那里的不该是战利品碑,而该是赫卡忒神像”;因为人们通常将赫卡忒神像供奉在城门前的三岔路口。
ἀπαγγείλαντος δέ τινος ὡς Ἀθηναῖοι στράτευμα καινοῖς κεκοσμημένον ὅπλοις εἰς Πελοπόννησον ἀπεστάλκασι, τί οὖν, εἶπεν, Ἀντιγενίδας στένει καινοὺς Τελλῆνος αὐλοὺς ἔχοντος;3 ἦν δὲ αὐλητὴς ὁ μὲν Τελλὴν κάκιστος, ὁ δὲ Ἀντιγενίδας κάλλιστος.
有人报告说雅典人派了一支装配全新武器的军队前往伯罗奔尼撒,他便说道: “那又怎样呢? 难道泰伦拥有了新双簧管,安提格尼达斯就该悲伤叹息吗?” 泰伦是最糟糕的管乐手,而安提格尼达斯则是最出色的管乐手。
τὸν δὲ ὑπασπιστὴν αἰσθόμενος εἰληφότα χρήματα πολλὰ παρʼ ἀνδρὸς αἰχμαλώτου γεγονότος, ἐμοὶ μέν, εἶπεν, ἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον, ἐν ᾧ καταζήσεις· οὐκέτι γὰρ ἐθελήσεις κινδυνεύειν ὁμοίως εἷς τῶν πλουσίων γεγονὼς καὶ μακαρίων.
当他察觉到自己的持盾卫士从一个沦为俘虏的人手中收受了巨额钱财时,他说道: “把盾牌交还给我, 为你自己买下一间小酒馆并在里面度过余生吧;因为既然你已成了富贵享乐之人,你就绝不会再像从前那样甘冒危险了。”
ἐρωτηθεὶς δὲ πότερον ἑαυτὸν ἡγεῖται βελτίονα στρατηγὸν ἢ Χαβρίαν ἢ Ἰφικράτην δύσκριτον, εἶπεν, ἕως ζῶμεν.
当被问及他认为自己、哈布里亚斯和伊菲克拉特斯三人中谁是更出色的将军时,他说道: “只要我们还活着, 就难分高下。”
ἐπεὶ δὲ ἐκ τῆς Λακωνικῆς ὑποστρέψας ἔφευγε θανάτου δίκην μετὰ τῶν συστρατήγων, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον τέσσαρας μῆνας, τοὺς μὲν συνάρχοντας ἐκέλευεν εἰς ἑαυτὸν ἀναφέρειν τὴν αἰτίαν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων λόγους· εἰ δὲ δεῖ τι πάντως εἰπεῖν πρὸς τοὺς δικαστάς, ἀξιοῦν, ἂν ἀποκτείνωσιν αὐτόν, ἐπιγράψαι τῇ στήλῃ τὴν καταδίκην,4 ὅπως οἱ Ἕλληνες εἰδῶσιν ὅτι μὴ βουλομένους Θηβαίους Ἐπαμεινώνδας ἠνάγκασε τὴν Λακωνικὴν πυρπολῆσαι, πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν οἰκίσαι δὲ Μεσσήνην διʼ ἐτῶν τριάκοντα καὶ διακοσίων συντάξαι δὲ καὶ συναγαγεῖν εἰς ταὐτὸν Ἀρκάδας· ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. ταῦτα γὰρ ἐπράχθη κατʼ ἐκείνην τὴν στρατείαν. ἐξῆλθον οὖν οἱ δικασταὶ σὺν πολλῷ γέλωτι μηδὲ τὰς ψήφους ἐπʼ αὐτὸν ἀναλαβόντες.
当他从拉科尼亚返回后,因违法将波奥提亚长官的任期延长了四个月,而与同僚将军们一同面临死罪审判时,他命同僚将罪责推到自己身上,只说是受到了强迫;但他自己则宣称,自己的任何言辞都比不上自己的功绩。然而如果无论如何也必须对审判官们说些什么,他就要求,若他们处死他,便须在石碑上刻下这一判词,好让希腊人知晓:是伊巴密浓达强迫不情愿的忒拜人纵火焚烧了五百年未遭劫掠的拉科尼亚,在二百三十年后重建了墨塞涅,将阿卡迪亚人组织并联合为一体,并将自治归还给了希腊人;因为这些事正是那次远征中完成的。于是审判官们哄堂大笑地离席而去,甚至没有拿起针对他的投票石。
ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τρωθεὶς καὶ κομισθεὶς ἐπὶ σκηνὴν ἐκάλει Δαΐφαντον, εἶτα μετʼ ἐκεῖνον Ἰολαΐδαν· τεθνάναι δὲ τοὺς ἄνδρας πυθόμενος ἐκέλευε διαλύεσθαι πρὸς τοὺς πολεμίους, ὡς οὐκ ὄντος αὐτοῖς στρατηγοῦ. καὶ τῷ λόγῳ τὸ ἔργον ἐμαρτύρησεν ὡς εἰδότος ἄριστα τοὺς πολίτας.
在最后的战役中,他负伤被抬入帐篷,便呼唤达伊凡托斯,接着又呼唤约拉伊达斯;得知这两人皆已阵亡后,他命令部下与敌人媾和,因为他们已不再有将领了。事态的发展证实了他的话,证明他是最了解本邦公民的人。
- 193dὠνείδισε τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν
动词 ὀνειδίζω 采用“以(宾格的事物/罪名)指责(与格的对象)”的句式。此处指将俄瑞斯忒斯与俄狄浦斯这两个神话人物(罪人)作为污点向两座城邦(阿尔戈斯与忒拜)提出指责。
- 193eὡς μὴ δυναμένους κρατεῖν αὐτῆς, ἂν μὴ τὴν χεῖρα διὰ πόρπακος ἔχωσι
连词 ὡς 加上宾格阳性复数分词 δυναμένους,表示说话者(伊巴密浓达)的主观理由或主张。其逻辑主语承接前文的“波奥提亚人”(τοὺς Βοιωτούς),与前面的宾格保持一致。条件从句 ἂν μὴ ... ἔχωσι 修饰该分词。
- 193eκαινοὺς Τελλῆνος αὐλοὺς ἔχοντος
属格独立结构(genitive absolute),表示附带情况或因果/让步关系:“(即便)泰伦拥有了新双簧管”。它作为主句修辞反问句“安提格尼达斯难道该叹息吗?”的前提条件。
- 194bἀξιοῦν, ἂν ἀποκτείνωσιν αὐτόν, ἐπιγράψαι τῇ στήλῃ τὴν καταδίκην
不定式 ἀξιοῦν(要求)由前面的引述动词(ἔφη)统辖,并以不定式 ἐπιγράψαι(刻写)作为其宾语。紧随 ὅτι 从句之后的几个不定式(οἰκίσαι, συντάξαι, συναγαγεῖν, ἀποδοῦναι)或与受 ἠνάγκασε 统辖的 πυρπολῆσαι 并列,或作为以伊巴密浓达为主语的间接引语不定式,列举了应当刻在石碑上的功绩。
