← 普鲁塔克

帝王将相格言集

§71.1-71.14

伊巴密浓达论治军与俭朴的言行

记述忒拜统帅伊巴密浓达的严明治军、简朴生活、留克特拉战役前后的言行及其清廉品质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§71.1

Ἐπαμεινώνδου τοῦ Θηβαίου στρατηγοῦντος, οὐδέποτε πανικὸς θόρυβος ἐνέπεσεν εἰς τὸ στρατόπεδον.

在忒拜人伊巴密浓达担任统帅期间,军营中从未发生过惊恐混乱。

§71.2

ἔλεγε δὲ τὸν ἐν πολέμῳ θάνατον εἶναι κάλλιστον.

他常说,在战争中阵亡是最荣耀的。

§71.3

τῶν δὲ ὁπλιτῶν δεῖν ἀπέφαινεν εἶναι τὸ σῶμα γεγυμνασμένον οὐκ ἀθλητικῶς μόνον ἀλλὰ καὶ στρατιωτικῶς· διὸ καὶ τοῖς πολυσάρκοις ἐπολέμει, καί τινα τοιοῦτον ἀπήλασε τῆς στρατιᾶς εἰπὼν ὅτι μόλις αὐτοῦ σκέπουσι τὴν γαστέρα ἀσπίδες τρεῖς ἢ τέσσαρες, διʼ ἣν οὐχ ἑώρακεν αὑτοῦ τὸ αἰδοῖον.

他还声称,重装步兵的身体不仅应当以竞技的方式锻炼,更应当以军事的方式锻炼;因此他对肥胖者深恶痛绝,并将一个这样的人逐出军队,说三四面盾牌都很难遮掩住他的肚腹,而由于这肚腹,他甚至连自己的私处都看不到了。

§71.4

οὕτω δὲ ἦν εὐτελὴς περὶ τὴν δίαιταν ὥστε κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ γείτονος εὑρὼν πεμμάτων καὶ ὄψων καὶ μύρων παρασκευὴν ἀπῆλθεν εὐθύς, εἰπών, ἐγώ σε θύειν ᾠόμην οὐχ ὑβρίζειν.

他在饮食上是如此节俭,以至于受邻人邀请赴宴时,一看到备有糕饼、佳肴和香膏,便立刻离席而去,说道: “我还以为你是在献祭,没想到你是在纵欲放荡。”

§71.5

τοῦ δὲ μαγείρου τοῖς συνάρχουσιν ἡμερῶν τινων δαπάνην ἀπολογιζομένου, πρὸς μόνον ἠγανάκτησε τὸ πλῆθος τοῦ ἐλαίου· θαυμασάντων δὲ τῶν συναρχόντων, οὐ τὸ τῆς δαπάνης ἔφη λυπεῖν αὐτόν, ἀλλʼ εἰ τοσοῦτον ἔλαιον ἐντὸς παραδέδεκται τοῦ σώματος.

厨师向同僚长官们汇报数日的开支账目时,他仅对用油之多感到愤慨;当同僚长官们感到诧异时,他说让他不快的并非花销的大小,而是竟然有如此多的油被摄入了体内。

§71.6

ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ὅπως, εἶπεν, ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.1

城邦举行节日庆典、所有人都沉浸在饮宴与聚会中时,他蓬头垢面、若有所思地走着,遇见了一位熟人;当那人感到惊异并询问他为何独自以这般模样闲逛时,他说: “为了让你们大家能够安享醉饮与闲逸。”

§71.7

ἄνθρωπον δὲ φαῦλον ἐξημαρτηκότα τι τῶν μετρίων, τοῦ μὲν Πελοπίδα παρακαλοῦντος, οὐκ ἀφῆκε, τῆς δʼ ἐρωμένης δεηθείσης, ἀφῆκεν, εἰπὼν ὅτι τοιαῦτα πρέπει λαμβάνειν ἑταιριδίοις, ἀλλὰ μὴ στρατηγοῖς.

一个微贱之人犯了轻微过错,佩洛皮达斯为之求情时,他没有宽宥;但他的情妇前来恳求时,他却宽恕了,并说这类恩惠只配让妓女获得,而不配让将军们获得。

§71.8

ἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι τοὺς δὲ ἐπʼ ἀριστερά. τεθέντων δὲ πάντων, ἀναστὰς εἶπεν, ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοί, δείξας τοὺς βελτίονας· ἐὰν δὲ ἀποδειλιάσητε πρὸς τὸν κίνδυνον, ἐκεῖνοι, πρὸς τοὺς χείρονας ἰδών.

当拉刻代蒙人进军来犯,有神谕被带到忒拜人面前,一些预示失败,另一些预示胜利,他便命令将一类放在讲坛右侧,另一类放在左侧。一切放置妥当后,他站起来说道: “如果你们愿意听从长官并迎击敌人,这些就是属于你们的神谕,”指着那些较好的神谕说道;“但如果你们在危险面前畏缩怯懦,那就是那些了,”望着那些较差的神谕说道。

§71.9

πάλιν δὲ προσάγων τοῖς πολεμίοις, βροντῆς γενομένης καὶ τῶν περὶ αὐτὸν πυνθανομένων τί σημαίνειν οἴεται τὸν θεόν, ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν2 ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων, ἐν τοιούτοις στρατοπεδεύουσιν.

又有一次他率军迎击敌人时,空中雷声大作,身边的人询问他认为神意所示为何,他说敌人已被雷劈得神魂颠倒了,因为附近明明有那等〔好〕地方,他们却在这样的地方扎营。

§71.10

ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.3

他常说,在他身上发生的所有好事与美事中,最让他心满意足的,莫过于趁着父亲和母亲健在之时,在留克特拉击败了拉刻代蒙人。

§71.11

εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ, μετὰ τὴν μάχην ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός· τῶν δὲ φίλων ἐρωτώντων μή τι λυπηρὸν αὐτῷ συμπέπτωκεν, οὐδέν, εἶπεν, ἀλλʼ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος· διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς.

平时他习惯抹油修身、面带欣悦之色示人,然而在那场战役的次日,他却面带憔悴、形容低沉地走出来;当朋友们问他是否遭遇了什么痛心之事时,他说: “没有的事,只是昨天我察觉到自己心里萌生了超出应有尺度的骄傲;因此今天我要惩罚这过度的狂喜。”

§71.12

εἰδὼς δὲ τοὺς Σπαρτιάτας ἐπικρυπτομένους τὰ τοιαῦτα συμπτώματα, καὶ βουλόμενος ἐξελέγξαι τὸ μέγεθος τῆς συμφορᾶς αὐτῶν, οὐχ ὁμοῦ πᾶσι νεκρῶν ἀναίρεσιν ἀλλʼ ἑκάστοις κατὰ πόλιν ἔδωκεν, ὥστε πλείονας ἢ χιλίους ὄντας ὀφθῆναι τοὺς Λακεδαιμονίων.

他深知斯巴达人素有掩盖此类伤亡的习惯,并想要揭露他们受损程度之惨重,便没有把收殓尸体的许可一次性授予全军,而是分城邦分别准许,从而使拉刻代蒙人的阵亡者被看清有一千多人。

§71.13

Ἰάσονος δὲ τοῦ Θετταλῶν μονάρχου συμμάχου μὲν εἰς Θήβας παραγενομένου, δισχιλίους δὲ χρυσοῦς τῷ Ἐπαμεινώνδᾳ πέμψαντος ἰσχυρῶς πενομένῳ, τὸ μὲν χρυσίον οὐκ ἔλαβε, τὸν δὲ Ἰάσονα θεασάμενος, ἀδίκων, ἔφη, χειρῶν ἄρχεις4 αὐτὸς δὲ πεντήκοντα δραχμὰς δανεισάμενος παρά τινος τῶν πολιτῶν, ἐφόδιον τῆς στρατιᾶς, ἐνέβαλεν εἰς Πελοπόννησον.

色萨利统治者伊阿宋作为盟友来到忒拜,给极其贫困的伊巴密浓达送去两千金币,但他没有收下这笔金币,并在见到伊阿宋时说道: “你正在率先施行不义之举。” 他自己仅向某位公民借了五十德拉克马作为出征盘缠,便攻入了伯罗奔尼撒。

§71.14

αὖθις δὲ τοῦ Περσῶν βασιλέως τρισμυρίους δαρεικοὺς ἀποστείλαντος αὐτῷ, καθήψατο πικρῶς Διομέδοντος, εἰ τοσοῦτον πλοῦν πέπλευκε διαφθερῶν Ἐπαμεινώνδαν· πρὸς δὲ τὸν βασιλέα λέγειν ἐκέλευσεν ὅτι τὰ συμφέροντα Θηβαίοις φρονῶν ἔξει προῖκα φίλον Ἐπαμεινώνδαν, τὰ δὲ μὴ συμφέροντα πολέμιον.

后来波斯国王遣人送给他三万大流克金币,他严厉斥责了狄奥墨冬,怪他不远万里航行竟是为了腐蚀伊巴密浓达;他命令狄奥墨冬转告国王:只要国王心怀有利于忒拜的意图,就能无偿获得伊巴密浓达作为朋友,但如果心怀不利之意,得到的将是敌人。

语法注4 条
  1. 192eὅπως, εἶπεν, ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν

    由 ὅπως 接虚拟语气(ἐξῇ)构成的目的从句;主句动词(如“我之所以如此走动”)因上下文显而易见而被省略。

  2. 193aἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν

    由 εἶπεν 引导的带不定式的宾格间接引语结构。完成时被动不定式 ἐμβεβροντῆσθαι 字面义为“被雷击中”,引申为“神魂颠倒、目瞪口呆”,此处与前句的雷声(βροντῆς γενομένης)构成词根 βροντή 的语意双关。

  3. 193aτὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους

    带冠词的不定式短语(τὸ ... νικῆσαι)作为 ἔλεγε 的宾语(与表语 ἥδιστον ... τῶν γεγονότων 呼应)。该不定式短语内部嵌入了属格独立结构(τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς,“当父母健在之时”),而 νικῆσαι 的逻辑主语(伊巴密浓达本人)承前省略。

  4. 193bἀδίκων, ἔφη, χειρῶν ἄρχεις

    动词 ἄρχω 取“开启、率先发起”之义,支配属格宾语(ἀδίκων χειρῶν),为常见成语(意为“率先动武、率先动手实施不义行径”)。此处把用金钱进行行贿收买比作率先采取不义的攻击手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:71.1-71.14