← 普鲁塔克

帝王将相格言集

§51.1-51.5

雅典僭主珀西斯特剌托斯的宽厚与机智

记述雅典僭主珀西斯特剌托斯宽厚与机智的一组轶事:处理反叛的朋友、母亲的情人、女儿的求爱者、冒犯其妻子的醉汉,以及再婚时对儿子们的开导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.1

Πεισίστρατος ὁ Ἀθηναίων τύραννος, ἐπεὶ τῶν φίλων τινὲς ἀποστάντες αὐτοῦ Φυλὴν κατέλαβον, ἦλθε πρὸς αὐτοὺς στρωματόδεσμον αὐτὸς κομίζων. πυνθανομένων δὲ ἐκείνων τί βούλεται, πείσας ὑμᾶς, εἶπεν, ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν,1 διὰ τοῦτο ἀφῖγμαι συνεσκευασμένος.

雅典人的僭主珀西斯特剌托斯,当他的一些朋友背叛他并占领了菲勒时,亲自背着行囊来到他们那里。当他们询问他想要做什么时,“若说服了你们,”他说: “就把你们领回去;若未能说服,就与你们留在一起;为此我收拾好行装来到了这里。”

§51.2

Διαβληθείσης δὲ τῆς μητρὸς πρὸς αὐτόν, ὡς ἐρᾷ τινος νεανίσκου καὶ κρύφα σύνεστι φοβουμένῳ καὶ παραιτουμένῳ τὰ πολλά,2 καλέσας ἐπὶ δεῖπνον τὸν νεανίσκον ἠρώτησε δειπνήσαντα, πῶς γέγονεν; ἡδέως, δὲ φήσαντος, ταῦτά σοι, ἔφη, καθʼ ἡμέραν ἔσται, ἐὰν τῇ μητρί μου ἀρέσκῃς.

有人在他面前告发他的母亲爱上了一个年轻男子,且背地里与那位十分惶恐并百般推脱的年轻人私通。珀西斯特剌托斯便邀请年轻人共进晚餐,等他吃完后询问他感觉如何。 当年轻人回答说“很惬意”时,“只要你取悦我母亲,”他说: “你每天都能享有这等待遇。”

§51.3

ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπʼ αὐτὸν ὑπὸ τῆς γυναικός, ἂν τοὺς φιλοῦντας, εἶπε, μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας; καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.

当色拉西布洛斯爱慕他的女儿并在路上相遇时亲吻了她,珀西斯特剌托斯受到妻子的煽动要惩罚他,“如果对爱我们的人,”他说: “我们尚且怨恨,那对怨恨我们的人又当如何处置呢?” 于是他将那少女许配给色拉西布洛斯为妻。

§51.4

Κωμαστῶν δέ τινων περιτυχόντων αὐτοῦ τῇ γυναικὶ καὶ πολλὰ πραξάντων ἀσελγῆ καὶ εἰπόντων, μεθʼ ἡμέραν δὲ τοῦ Πεισιστράτου δεομένων καὶ δακρυόντων, ὑμεῖς μέν, ἔφη, πειρᾶσθε σωφρονεῖν τὸ λοιπὸν ἡ δʼ ἐμὴ γυνὴ τὸ παράπαν ἐχθὲς οὐδαμῇ προῆλθε.

几个狂欢饮宴之徒偶遇他的妻子,做出并说出了许多放肆无礼的言行,次日他们向珀西斯特剌托斯哀求落泪,“你们嘛,”他说: “今后且当克己自律;而我的妻子昨天压根儿就没有出过门。”

§51.5

τῶν δὲ παίδων, αὐτοῦ γαμεῖν ἑτέραν γυναῖκα μέλλοντος, διαπυνθανομένων μή τι μεμφόμενος αὐτοὺς εἴη,3 ἥκιστα, εἶπεν, ἀλλʼ ἐπαινῶν καὶ βουλόμενος ἑτέρους μοι παῖδας τοιούτους γενέσθαι.

当他打算另娶一妻时,儿子们打听他是否对他们有何不满,“绝无此事,”他说: “反倒是赞赏你们,并希望再有其他像你们这样的孩子出世。”

语法注3 条
  1. 1πείσας ὑμᾶς, εἶπεν, ἀπαγαγεῖν ἢ μὴ πείσας μένειν μεθʼ ὑμῶν

    不定式 ἀπαγαγεῖν 与 μένειν 回应了前文的提问 τί βούλεται(他想要做什么),其后可省略了表示意愿的动词(βούλομαι),或作表目的的不定式使用。其逻辑主语为说话者本人,与主格分词 πείσας / μὴ πείσας 一致。

  2. 2φοβουμένῳ καὶ παραιτουμένῳ τὰ πολλά

    与格现在时分词 φοβουμένῳ 和 παραιτουμένῳ 与 σύνεστι 所支配的省略与格补足语(指代前文的 τινος νεανίσκου,即年轻男子)一致。中性复数宾格 τὰ πολλά 作副词用,意为“大体上”、“极度地”,修饰分词以表示年轻人因畏惧而百般推诿退缩的情态。

  3. 189dμή τι μεμφόμενος αὐτοὺς εἴη

    连词 μή τι(是否、莫非)引导表示担忧的间接疑问句,与迂回体希求法(μεμφόμενος εἴη)连用(因处于过去时语境),表达儿子们关切而不安的询问:“他是否对他们有何不满/责怪”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:51.1-51.5