- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:50.1-50.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了雅典将领兼政治家福基翁的一系列言行轶事,展现其刚正、节制与机敏,并记载了他的受审与从容就义。
Φωκίων ὁ Ἀθηναῖος ὑπʼ οὐδενὸς οὔτε γελῶν ὤφθη οὔτε δακρύων.
雅典人福基翁,从未有人见过他笑或哭泣。
ἐκκλησίας δὲ γενομένης πρὸς τὸν εἰπόντα, σκεπτομένῳ, ὦ Φωκίων, ἔοικας, ὀρθῶς, ἔφη, τοπάζεις· σκέπτομαι γάρ εἴ τι δύναμαι περιελεῖν ὧν μέλλω λέγειν1 πρὸς Ἀθηναίους.
公民大会召开时,有人对他说: “福基翁啊,你看起来若有所思。” “你猜得 完全正确,”他回答说;“因为我正在考虑,在我将对雅典人说的话中,是否还能削减掉些什么。”
μαντείας δὲ γενομένης Ἀθηναίοις, ὡς εἷς ἀνὴρ ἔστιν ἐν τῇ πόλει ταῖς πάντων ἐναντιούμενος γνώμαις, καὶ τῶν Ἀθηναίων ζητεῖν κελευόντων ὅστις ἐστὶ καὶ βοώντων, Φωκίων ἑαυτὸν ἔφησε τοῦτον εἶναι· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν ὧν οἱ πολλοὶ πράττουσι καὶ λέγουσιν.
当雅典人得到神谕,说城中有一人反对所有人的意见,雅典人便大声喧哗、要求查出此人是谁时,福基翁声称自己就是这个人;因为唯独他一人,对大众所行所言之事无一感到满意。
ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν, οὐ δήπου κακόν τι λέγων ἐμαυτὸν λέληθα;2
有一次他在向民众陈述意见时赢得了赞誉,看到所有人无一例外地接受他的话,他便转身对朋友们说: “难道我竟然在不知不觉中说了什么坏话不成?”
πρὸς δὲ θυσίαν τινὰ τῶν Ἀθηναίων αἰτούντων ἐπιδόσεις καὶ τῶν ἄλλων ἐπιδιδόντων, κληθεὶς πολλάκις, αἰσχυνοίμην ἄν, εἶπεν, ὑμῖν ἐπιδιδούς, τούτῳ δὲ μὴ ἀποδιδούς, ἅμα δεικνύων τὸν δανειστήν.
雅典人为了某种祭祀而征集自愿捐款,其他人都纷纷捐献,他多次被点名,便说: “我若向你们捐献, 却不还债给这个人, 我当感到羞耻,”同时指了指他的债主。
Δημοσθένους δὲ τοῦ ῥήτορος εἰπόντος, ἀποκτενοῦσὶ σε Ἀθηναῖοι, ἐὰν μανῶσι, ναί, εἶπεν, ἐμὲ μὲν ἂν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.
演说家德摩斯梯尼对他说: “雅典人要是发了疯,就会杀了你。” “是的,”他回答说: “他们发疯就会杀我,但要是清醒过来,就会杀了你。”
Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μέλλοντος ἀποθνῄσκειν ἐν τῷ δεσμωτηρίῳ κατακρίτου γεγονότος καὶ δεομένου τὸν Φωκίωνα πρὸς αὐτὸν ἐλθεῖν, τῶν δὲ φίλων οὐκ ἐώντων πρὸς ἄνθρωπον πονηρὸν βαδίζειν, καὶ ποῦ τις ἄν, εἶπεν, ἥδιον Ἀριστογείτονι λαλήσειεν;
告密者阿里斯托革同被判有罪即将在狱中受死,乞求福基翁前去见他,朋友们不许他走向一个恶人, “那么一个人还能在何处, 比在这里更畅快地 与阿里斯托革同交谈呢?”他回答说。
ὀργιζομένων δὲ τοῖς Βυζαντίοις τῶν Ἀθηναίων μὴ δεξαμένοις τῇ πόλει Χάρητα πεμφθέντα μετὰ δυνάμεως βοηθὸν αὐτοῖς πρὸς Φίλιππον, εἰπὼν ὁ Φωκίων ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις ὀργίζεσθαι τῶν στρατηγῶν αὐτὸς ᾑρέθη στρατηγός· καὶ πιστευθεὶς ὑπὸ τῶν Βυζαντίων ἐποίησε τὸν Φίλιππον ἀπελθεῖν ἄπρακτον.
雅典人因拜占庭人拒绝让受命率军前往援助抵抗腓力的夏勒斯进城而大怒,福基翁进言道: “不应当向心存怀疑的盟友发怒,而应当向招致怀疑的将领发怒,”于是他本人被选为将军;他赢得了拜占庭人的信任,使腓力无功而返。
Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἑκατὸν τάλαντα δωρεὰν αὐτῷ πέμψαντος, ἠρώτησε τοὺς κομίζοντας τί δήποτε, πολλῶν ὄντων Ἀθηναίων, αὐτῷ μόνῳ ταῦτα δίδωσιν Ἀλέξανδρος· εἰπόντων δὲ ἐκείνων ὡς μόνον αὐτὸν ἡγεῖται καλὸν κἀγαθὸν εἶναι, οὐκοῦν, ἔφη, ἐασάτω με καὶ δοκεῖν καὶ εἶναι τοιοῦτον.
亚历山大国王赠送他一百塔兰同的礼物,他询问送礼者,雅典人这么多,亚历山大为何单单将这些赠与他一人;当他们回答说因为国王认为唯独他是位高尚纯良的人时,“那么,”他说: “就请他允许我既显得如此,也确实如此吧。”
αἰτοῦντος δὲ Ἀλεξάνδρου τριήρεις, καὶ τοῦ δήμου κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν, ἀναστὰς ἔφη, συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.
亚历山大索要三层桨战船,民众指名要求福基翁出面建言,他站起来说: “那么我的建议是,你们要么凭借武力自己称霸,要么就与称霸者交好。”
λόγου δὲ περὶ τῆς Ἀλεξάνδρου τελευτῆς ἐμπεσόντος ἀδεσπότου, καὶ τῶν ῥητόρων ἀναπηδώντων εὐθὺς ἐπὶ τὸ βῆμα καὶ μὴ μέλλειν ἀλλὰ πολεμεῖν ἤδη κελευόντων, ὁ Φωκίων ἠξίου περιμεῖναι καὶ γνῶναι βεβαίως. εἰ γὰρ τήμερον, ἔφη, τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς.
城中传出了关于亚历山大去世的无主风闻,演说家们立刻跃上讲坛,催促大家切莫迟疑,应当立即发动战争,福基翁则要求等待并确切查明。 “因为如果他今天 死了,”他说: “明天和后天他也依然是死着的。”
τοῦ δὲ Λεωσθένους εἰς τὸν πόλεμον ἐμβαλόντος τὴν πόλιν ἐλπίσι λαμπραῖς πρὸς τὸ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς ἡγεμονίας ἐπαιρομένην, τοὺς λόγους αὐτοῦ ταῖς κυπαρίττοις ἀπείκαζε· καλοὶ γὰρ ὄντες ἔφη καὶ ὑψηλοὶ καρπὸν οὐκ ἔχουσι. κατωρθωμένων δὲ τῶν πρώτων καὶ τῆς πόλεως εὐαγγέλια θυούσης, ἐρωτηθεὶς εἰ ταῦτα ἤθελεν αὑτῷ πεπρᾶχθαι, πεπρᾶχθαι μὲν οὖν, ἔφη, ταῦτα, βεβουλεῦσθαι δὲ ἐκεῖνα.3
当利奥斯梯尼斯将城邦拖入战争,使城邦在自由与霸权之名下被辉煌的希望所煽动时,福基翁将他的言辞比作柏树: “因为它们虽然美丽 高大,”他说: “却不结任何果实。” 最初的战事取得成功,城邦举行献祭庆祝捷报时,有人问他是否希望这些功绩是由他自己完成的,“这些事办成了固然好,”他说: “但若是决议了那些(我所建议的审慎之策)才更好。”
τῇ δὲ Ἀττικῇ τῶν Μακεδόνων προσβαλόντων καὶ πορθούντων τὴν παραλίαν, ἐξήγαγε τοὺς ἐν ἡλικίᾳ· πολλῶν δὲ συντρεχόντων πρὸς αὐτὸν καὶ παρεγκελευομένων ἐκεῖνον τὸν λόφον καταλαβεῖν, ἐνταῦθα τάξαι τὴν δύναμιν, ὦ Ἡράκλεις, εἶπεν, ὡς πολλοὺς ὁρῶ στρατηγούς, στρατιώτας δὲ ὀλίγους οὐ μὴν ἀλλὰ συμβαλὼν ἐκράτησε καὶ διέφθειρε Μικίωνα τὸν ἄρχοντα τῶν Μακεδόνων.
马其顿军队进犯阿提卡并劫掠沿海一带时,他率领适龄服役的人出征。许多人跑到他跟前,指手画脚地命令他占领那座山丘、把军队布置在那里,“赫拉克勒斯啊,”他说: “我看到的将军何其之多,士兵却何其之少!”虽然如此,他还是投入战斗并大获全胜,斩杀了马其顿军队的指挥官米基翁。
μετʼ ὀλίγον δὲ χρόνον οἱ μὲν Ἀθηναῖοι τῷ πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπʼ Ἀντιπάτρου Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος, ἀγανακτήσας εἶπε μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν ἐφʼ ᾗ λήψεται νῦν τότε μὴ δεξάμενος.
不久之后,雅典人在战争中被打败,接受了安提帕特派驻的驻军。驻军长官美尼罗斯送钱给福基翁,福基翁愤然拒绝,说美尼罗斯既不比亚历山大更优秀,而且他如今接受金钱的理由比当初拒绝时更为糟糕。
Ἀντίπατρος δʼ ἔφη, ὡς δυοῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.
安提帕特说,他在雅典有两个朋友,但他既无法说服福基翁接受任何馈赠,也无法通过给予来填饱德玛德斯的欲望。
ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτόν, οὐ δύνασαι, εἶπεν, Ἀντίπατρε, καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.
当安提帕特要求他做不义之事时,“安提帕特,”他说: “你不可能把福基翁既当朋友又当谄媚者来使唤。”
μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας, οὐ παύσει τις,4 εἶπε, τοῦτον ἀσχημονοῦντα;
安提帕特死后,雅典人恢复了民主政体,公民大会判处福基翁及其朋友们死刑。其他人痛哭流涕地被押走,福基翁则在沉默中前行,一个仇人迎面走来啐唾沫在他脸上。他看着官员们说: “难道没有人能制止 这个人的 丑态吗?”
τῶν δὲ μελλόντων συναποθνῄσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος, οὐκ ἀγαπᾷς, εἶπεν, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθανούμενος;
将与他一同赴死的人中有一人格外悲痛和愤慨,“图迪波斯啊,”他说: “能与福基翁一同赴死,你难道还不满足吗?”
ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης, ἐρωτηθεὶς εἴ τι λέγει πρὸς τὸν υἱόν, ἔγωγε, εἶπεν, ἐντέλλομαι καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.
当毒鸩酒杯已经端到他面前,有人问他是否对儿子有什么交代时,“当然有,”他说: “我吩咐并恳请他切莫对雅典人心怀任何怨恨。”
- 2ὧν μέλλω λέγειν
关系代词 ὧν 发生了格的吸引(attractio relativi):由于先行词 τούτων 的省略,原本作 λέγειν 宾语的宾格 ἅ 被动词 περιελεῖν 所要求的属格所同化。
- 188aἐμαυτὸν λέληθα
λανθάνω 搭配分词(λέγων)及反身代词(ἐμαυτόν)构成的习惯用法,字面意为“瞒过了我自己”,即“在不知不觉中/不知情地做出某事”。οὐ δήπου 则引导带有揣测或担忧的反问(“莫非……不成?”)。
- 188eπεπρᾶχθαι μὲν οὖν, ἔφη, ταῦτα, βεβουλεῦσθαι δὲ ἐκεῖνα
小词组合 μὲν οὖν 对前文的提问做出修正性的肯定回应。ταῦτα 指眼前所取得的胜利战果,与之相对的 ἐκεῖνα 则指福基翁此前所主张的审慎、避战的决议。两个完成时被动不定词强调动作完成后所维持的状态。
- 188eοὐ παύσει τις
直陈式将来时(παύσει)与否定词 οὐ 以及不定代名词 τις 构成的疑问句,用于表达强烈的命令或催促(“难道没人来制止……吗?”,意即“快制止他!”)。παύω 后接分词(τοῦτον ἀσχημονοῦντα),表示“制止某人做出不得体的举止”。
