← 普鲁塔克

七贤宴饮录

§2#2

泰勒斯论僭主与赴宴者的心灵准备

泰勒斯澄清了有关僭主的警句出处,同时为佩里安德明智的为政努力辩护。随后他指出,赴宴者比起肉体的修饰更需要心灵的筹备,且选择得体的同席者至关重要。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#2

ἀλλὰ τοῦτο μέν εἶπεν ὁ Θαλῆς Πιττακοῦ ἐστιν, εἰρημένον ἐν παιδιᾷ ποτε πρὸς Μυρσίλον ἐγὼ δὲ θαυμάσαιμʼ ἄν ἔφη οὐ τύραννον ἀλλὰ κυβερνήτην γέροντα θεασάμενος.1 πρὸς δὲ τὴν μετάθεσιν τὸ τοῦ νεανίσκου πέπονθα2 τοῦ βαλόντος μὲν ἐπὶ τὴν κύνα πατάξαντος δὲ τὴν μητρυιὰν καὶ εἰπόντος οὐδʼ οὕτω κακῶς. διὸ καὶ Σόλωνα σοφώτατον ἡγησάμην οὐ δεξάμενον τυραννεῖν. καὶ Πιττακὸς οὗτος εἰ μοναρχίᾳ μὴ προσῆλθεν, οὐκ ἂν εἶπεν ὡς χαλεπὸν ἐσθλὸν ἔμμεναι. Περίανδρος δʼ ἔοικεν ὥσπερ ἐν νοσήματι πατρῴῳ τῇ τυραννίδι κατειλημμένος οὐ φαύλως ἐξαναφέρειν χρώμενος ὁμιλίαις ὑγιειναῖς ἄχρι γε νῦν καὶ συνουσίας ἀνδρῶν νοῦν ἐχόντων ἐπαγόμενος, ἃς δὲ Θρασύβουλος αὐτῷ κολούσεις τῶν ἄκρων οὑμὸς πολίτης ὑφηγεῖται μὴ προσιέμενος. γεωργοῦ γὰρ αἴρας καὶ ὀνωνίδας ἀντὶ πυρῶν καὶ κριθῶν συγκομίζειν ἐθέλοντος οὐδὲν διαφέρει τύραννος ἀνδραπόδων μᾶλλον ἄρχειν ἢ ἀνδρῶν βουλόμενος· ἓν γὰρ ἀντὶ πολλῶν κακῶν ἀγαθὸν αἱ δυναστεῖαι τὴν τιμὴν ἔχουσι καὶ τὴν δόξαν, ἄνπερ ἀγαθῶν ὡς κρείττονες ἄρχωσι καὶ μεγάλων μείζονες εἶναι δοκῶσι· τὴν δʼ ἀσφάλειαν ἀγαπῶντας ἄνευ τοῦ καλοῦ προβάτων ἔδει πολλῶν καὶ ἵππων καὶ βοῶν ἄρχειν, μὴ ἀνθρώπων.3 ἀλλὰ γὰρ εἰς οὐδὲν προσήκοντας ἐμβέβληκεν ἡμᾶς ἔφη ὁ ξένος οὑτοσὶ λόγους, ἀμελήσας λέγειν τε καὶ ζητεῖν ἃ ἁρμόττει ἐπὶ δεῖπνον βαδίζουσιν. ἦ γὰρ οὐκ οἴει, καθάπερ ἑστιάσοντος ἔστι τις παρασκευή, καὶ δειπνήσοντος εἶναι; Συβαρῖται μὲν γὰρ ὡς ἔοικε πρὸ ἐνιαυτοῦ τὰς κλήσεις ποιοῦνται τῶν γυναικῶν, ὅπως ἐκγένοιτο κατὰ σχολὴν παρασκευασαμέναις ἐσθῆτι καὶ χρυσῷ φοιτᾶν ἐπὶ τὸ δεῖπνον· ἐγὼ δὲ πλείονος οἶμαι χρόνου δεῖσθαι τὴν ἀληθινὴν τοῦ δειπνήσοντος ὀρθῶς παρασκευήν, ὅτι χαλεπώτερόν ἐστιν ἤθει τὸν πρέποντα κόσμον ἢ σώματι τὸν περιττὸν ἐξευρεῖν καὶ ἄχρηστον. οὐ γὰρ ὡς ἀγγεῖον ἥκει κομίζων ἑαυτὸν ἐμπλῆσαι πρὸς τὸ δεῖπνον ὁ νοῦν ἔχων, ἀλλὰ καὶ σπουδάσαι τι καὶ παῖξαι καὶ ἀκοῦσαι καὶ εἰπεῖν ὧν ὁ καιρὸς παρακαλεῖ τοὺς συνόντας, εἰ μέλλουσι μετʼ ἀλλήλων ἡδέως ἔσεσθαι. καὶ γὰρ καὶ ὄψον πονηρὸν ἔστι παρώσασθαι, κἂν οἶνος ᾖ φαῦλος, ἐπὶ τὰς νύμφας καταφυγεῖν· σύνδειπνος δὲ κεφαλαλγὴς καὶ βαρὺς καὶ ἀνάγωγος παντὸς μὲν οἴνου καὶ ὄψου πάσης δὲ μουσουργοῦ χάριν ἀπόλλυσι καὶ λυμαίνεται, καὶ οὐδʼ ἀπεμέσαι τὴν τοιαύτην ἀηδίαν ἕτοιμόν ἐστιν, ἀλλʼ ἐνίοις εἰς ἅπαντα τὸν βίον ἐμμένει τὸ πρὸς ἀλλήλους δυσάρεστον, ὥσπερ ἑωλοκρασία τις ὕβρεως ἢ ὀργῆς ἐν οἴνῳ γενομένης. ὅθεν ἄριστα Χίλων, καλούμενος ἐχθές, οὐ πρότερον ὡμολόγησεν ἢ πυθέσθαι4 τῶν κεκλημένων ἕκαστον. ἔφη γὰρ ὅτι σύμπλουν ἀγνώμονα δεῖ φέρειν καὶ σύσκηνον οἷς πλεῖν ἀνάγκη καὶ στρατεύεσθαι· τὸ δὲ συμπόταις ἑαυτὸν ὡς ἔτυχε καταμιγνύειν οὐ νοῦν ἔχοντος ἀνδρός ἐστιν. ὁ δʼ Αἰγύπτιος σκελετός, ὃν ἐπιεικῶς εἰσφέροντες εἰς τὰ συμπόσια προτίθενται καὶ παρακαλοῦσι μεμνῆσθαι τάχα δὴ τοιούτους ἐσομένους, καίπερ ἄχαρις καὶ ἄωρος ἐπίκωμος ἥκων, ὅμως ἔχει τινὰ καιρόν, καὶ εἰ μὴ πρὸς τὸ πίνειν καὶ ἡδυπαθεῖν ἀλλὰ πρὸς φιλίαν καὶ ἀγάπησιν ἀλλήλων προτρέπεται, καὶ παρακαλεῖ τὸν βίον μὴ τῷ χρόνῳ βραχὺν ὄντα πράγμασι κακοῖς μακρὸν ποιεῖν.

“不过那句话,”泰勒斯说道,“是皮塔库斯的,是他以前同米尔西洛斯开玩笑时说的;而我呢, 若能见到, 他说道, 一个老舵手而非老僭主,我倒会感到惊奇。 不过对于你这番偷换,我的心境正如那个向狗掷石却击中了继母的年轻人,他说: ‘哪怕如此,倒也不坏。’ 因此我也认为梭伦不肯接受僭主之位最为明智;而这位皮塔库斯若未曾接近君主权位,便绝不会说出 ‘要做个好人实难’ 这样的话。佩里安德似乎如同染上世袭之疾一般被僭主统治所困,但他直到如今仍借助健康的交往,延揽明智之士相聚,且不采纳我的同胞色拉西布洛斯向他献策的铲除拔尖者之举,由此看来,他的复元颇有起色。因为一个宁愿统治奴隶也不愿统治自由人的僭主,同一个宁愿收获毒麦和芒柄花也不愿收获小麦和大麦的农夫毫无二致;统治者所拥有的尊严与荣耀,乃是抵偿诸多恶患的唯一善事,只要他们是以更优秀的身姿统治优秀之士,且被视为比伟大之人更为伟大即可;而那些喜爱没有崇高之美的安全之人,本该去统治大量的羊、马和牛,而非统治人类。不过,这位异乡客人把我们拉入了全不相干的谈论中,”他说道,“却疏忽了去谈论和探讨适合赴宴之人所当为之事。难道你不认为,正如办宴者有所筹备一样,赴宴者也当有所筹备吗?锡巴里斯人似乎在一年之前便向妇女发出请柬,以便她们能从容地备好华服金饰去赴宴;而我认为,一个要恰当地赴宴的人,其真正的筹备需要更多的时间,因为为品性寻得适宜的修饰,远比为肉体寻得过剩而无用的修饰要艰难得多。因为有心智之人来赴宴,并非像带着器皿来装满它一样,而是既要有所严肃,也要有所嬉戏,既要倾听,也要言说机缘所召唤同席者谈论之事,若他们想要彼此欢快地共处的话。因为即使遇到劣质的菜肴,尚可推置一旁;若是酒水低劣,亦可求庇于泉水仙女(掺水稀释);然而一个令人头痛、沉重且缺乏教养的同席者,却会败坏并摧毁所有美酒、佳肴以及一切乐人的雅趣。而且这种令人作呕之感并非吐出来便可了事,反倒在某些人身上,彼此的恶感会伴随终生,正如在酒中所生的傲慢或愤怒所留下的陈宿残酒一般。因此奇隆昨日受邀时,直到问清了每位受邀者才予应允,实属最高明之举。因为他说,若因航海或出征所迫,不得不容忍冷酷无理的同舟者或同幕者;但将自己随意混入饮酒的同伴中,绝非明智之人的作为。至于埃及人的干尸——他们通常将其抬入酒席陈设在众人面前,并规劝大家谨记不久就会变成这般模样——即便作为不讨喜且不合时宜的狂欢者而来,却仍有其某种适切的意义,只要它所勉励的不是纵酒与享乐,而是彼此的友谊与关爱,并劝诫人们不要借由恶事将本就苦短的生命拉得过于冗长。”

语法注4 条
  1. 147cθαυμάσαιμʼ ἄν ... θεασάμενος

    分词 θεασάμενος 起条件从句的作用(相当于 εἰ θεασαίμην,“若我见到”),与带有 ἄν 的希求法谓语 θαυμάσαιμʼ ἄν 搭配,共同构成潜在假设句(“若见到……我倒会感到惊奇”)。

  2. 147cτὸ τοῦ νεανίσκου πέπονθα

    属于惯用短语 πάσχω τὸ τοῦ δεῖνος,意为“处于某人的境遇/感同身受”。其后并列的属格分词 τοῦ βαλόντος ... πατάξαντος ... καὶ εἰπόντος 与 τοῦ νεανίσκου 一致,具体叙述了该青年的典故轶事。

  3. 147dτὴν δʼ ἀσφάλειαν ἀγαπῶντας ἄνευ τοῦ καλοῦ προβάτων ἔδει πολλῶν καὶ ἵππων καὶ βοῶν ἄρχειν, μὴ ἀνθρώπων

    无人称动词 ἔδει(“本应当”)支配不定式 ἄρχειν,其逻辑主语由泛指一般人的宾格分词 ἀγαπῶντας(“喜爱……之人”)承担。属格名词 προβάτων ... καὶ ἵππων καὶ βοῶν 则是 ἄρχειν 所要求的支配对象。

  4. 148aοὐ πρότερον ὡμολόγησεν ἢ πυθέσθαι

    句式 οὐ πρότερον ... ἤ(“不先于……比……更早”,即“直到……才……”)后接不定式 πυθέσθαι,功能等同于 πρίν 加不定式,表示“直到问清每位宾客后方才应允”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:2#2