← 普鲁塔克

七贤宴饮录

§2#1

泰勒斯与奈罗克塞诺斯途中的交谈

叙述者与泰勒斯辞去车驾步行前往莱开翁附近的宴所,途中与埃及使者奈罗克塞诺斯同行,交谈起比阿斯的机智答难、泰勒斯测算金字塔的方法,以及泰勒斯针对僭主的辛辣言论所招致的君王不悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#1

παρεσκευάκει μὲν γὰρ οὐκ ἐν τῇ πόλει τὴν ὑποδοχὴν ὁ Περίανδρος, ἀλλʼ ἐν τῷ περὶ τὸ Λέχαιον ἑστιατορίῳ παρὰ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἧς ἦν καὶ ἡ θυσία. μετὰ γὰρ τὸν ἔρωτα τῆς μητρὸς αὐτοῦ προεμένης τὸν βίον ἑκουσίως,1 οὐ τεθυκὼς τῇ Ἀφροδίτῃ τότε πρῶτον ἔκ τινων ἐνυπνίων τῆς Μελίσσης ὥρμησε τιμᾶν καὶ θεραπεύειν τὴν θεόν. τῶν δὲ κεκλημένων ἑκάστῳ συνωρὶς ἱκανῶς κεκοσμημένη προσήχθη· καὶ γὰρ ὥρα θέρους ἦν, καὶ τὴν ὁδὸν ἅπασαν ὑπὸ πλήθους ἁμαξῶν καὶ ἀνθρώπων ἄχρι θαλάττης κονιορτὸς καὶ θόρυβος κατεῖχεν. ὁ μέντοι Θαλῆς τὸ ζεῦγος ἐπὶ ταῖς θύραις ἰδὼν καὶ μειδιάσας ἀφῆκεν. ἐβαδίζομεν οὖν ἐκτραπόμενοι διὰ τῶν χωρίων, καθʼ ἡσυχίαν, καὶ μεθʼ ἡμῶν τρίτος ὁ Ναυκρατίτης Νειλόξενος, ἀνὴρ ἐπιεικὴς καὶ τοῖς περὶ Σόλωνα καὶ Θαλῆν γεγονὼς ἐν Αἰγύπτῳ συνήθης ἐτύγχανε δὲ πρὸς Βίαντα πάλιν ἀπεσταλμένος· ὧν δὲ χάριν οὐδʼ αὐτὸς ᾔδει, πλὴν ὑπενόει πρόβλημα δεύτερον αὐτῷ κομίζειν ἐν βιβλίῳ κατασεσημασμένον· εἴρητο γάρ, εἰ Βίας ἀπαγορεύσειεν, ἐπιδεῖξαι τοῖς σοφωτάτοις Ἑλλήνων τὸ βιβλίον. ἕρμαιον ὁ Νειλόξενος ἔφη μοι γέγονεν ἐνταῦθα λαβεῖν ἅπαντας ὑμᾶς, καὶ κομίζω τὸ βιβλίον ὡς ὁρᾷς ἐπὶ τὸ δεῖπνον. ἅμα δʼ ἡμῖν ἐπεδείκνυε, Καὶ ὁ Θαλῆς γελάσας εἴ τι κακόν2 εἶπεν, αὖθις εἰς Πριήνην διαλύσει γὰρ ὁ Βίας, ὡς διέλυσεν αὐτὸς τὸ πρῶτον. τί δʼ ἦν ἔφην ἐγὼ τὸ πρῶτον; ἱερεῖον εἶπεν ἔπεμψεν αὐτῷ, κελεύσας τὸ πονηρότατον ἐξελόντα καὶ χρηστότατον ἀποπέμψαι κρέας. ὁ δʼ ἡμέτερος εὖ καὶ καλῶς τὴν γλῶτταν ἐξελὼν ἐξέπεμψεν· ὅθεν εὐδοκιμῶν δῆλός ἐστι καὶ θαυμαζόμενος. οὐ διὰ ταῦτʼ ἔφη μόνον ὁ Νειλόξενος, ἀλλʼ οὐ φεύγει τὸ φίλος εἶναι καὶ λέγεσθαι βασιλέων καθάπερ ὑμεῖς, ἐπεὶ σοῦ γε καὶ τἄλλα θαυμάζει, καὶ τῆς πυραμίδος τὴν μέτρησιν ὑπερφυῶς ἠγάπησεν, ὅτι πάσης ἄνευ πραγματείας καὶ μηδενὸς ὀργάνου δεηθεὶς ἀλλὰ τὴν βακτηρίαν στήσας ἐπὶ τῷ πέρατι τῆς σκιᾶς ἣν ἡ πυραμὶς ἐποίει, γενομένων τῇ ἐπαφῇ τῆς ἀκτῖνος δυεῖν τριγώνων, ἔδειξας ὃν ἡ σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε τὴν πυραμίδα πρὸς τὴν βακτηρίαν ἔχουσαν.3 ἀλλʼ, ὅπερ ἔφην, διεβλήθης μισοβασιλεὺς εἶναι, καί τινες ὑβριστικαί σου περὶ τυράννων ἀποφάσεις ἀνεφέροντο πρὸς αὐτόν, ὡς ἐρωτηθεὶς ὑπὸ Μολπαγόρου τοῦ Ἴωνος τί παραδοξότατον εἴης ἑωρακώς, ἀποκρίναιο4 τύραννον γέροντα, καὶ πάλιν ἔν τινι πότῳ, περὶ τῶν θηρίων λόγου γενομένου, φαίης κάκιστον εἶναι τῶν μὲν ἀγρίων θηρίων τὸν τύραννον, τῶν δʼ ἡμέρων τὸν κόλακα· ταῦτα γάρ, εἰ καὶ πάνυ προσποιοῦνται διαφέρειν οἱ βασιλεῖς τῶν τυράννων, οὐκ εὐμενῶς ἀκούουσιν.

因为佩里安德并未将宴席设在城内,而是设在靠近莱开翁、邻近阿佛洛狄忒神庙的宴会厅中,那祭祀也是献给这位女神的。盖因在其母陷入情欲且自愿了结生命之后,他便不曾向阿佛洛狄忒献祭,直到此时,受梅莉莎的某些梦境所促动,他才初次决意尊奉并事奉这位女神。每位受邀的宾客都备有一辆装饰考究的双驾马车;时值盛夏,整条通往海滨的道路因车马和人群的拥挤而充满了尘土与喧嚣。然而泰勒斯在门前见到车驾,只是微笑便将其打发走了。于是我们抄小道穿行于乡间,安步当车,与我们同行的第三人是来自瑙克拉提斯的奈罗克塞诺斯,此人为人谦厚,在埃及便已结识了梭伦和泰勒斯一行;他恰好被再次派往比阿斯处;究为何事连他自己也不知晓,只推想自己携带着封缄的卷轴,要带给他第二个难题;因为命令交代,若比阿斯谢绝作答,便将卷轴呈示给希腊最富智慧之人。 “这真是天赐的幸运,”奈罗克塞诺斯说道,“竟能在此处遇见你们所有人,正如你所见,我正携此卷轴前往赴宴。” 他一面说一面将卷轴出示给我们看。泰勒斯笑着说道: “若是甚棘手之事,”他说道,“就再送回普里埃内去吧;因为比阿斯会解开它的,正如他亲自解开第一个难题那样。” “那第一个难题是什么?” 我问道。 “是一只祭牲,”他说道,“国王派人送给他,命他割下其中最恶劣与最优良的肉送回。而我们那位贤人极其巧妙体面地割下舌头送了回去;由此显而易见,他深得美誉与赞赏。” “绝非仅因这些,”奈罗克塞诺斯说道,“原因还在于他并不如你们那般回避做君王之友并被称为君王之友;虽然国王在其他方面对你也由衷钦佩,并且极其赞赏你对金字塔的测算,因为你全无费事,亦不借助任何器械,仅仅是将手杖立在金字塔所投阴影的末端,因光线的切及而形成了两个三角形,你便证明了金字塔对手杖之比,恰如其阴影对阴影之比。但是,正如我所言,你遭到了毁谤,被指为厌恶君王之人,且你对僭主的一些傲慢断言也被呈报给他:诸如当爱奥尼亚人莫尔帕戈拉斯询问你见过的最不可思议之物为何时,你回答说是‘老年的僭主’;又有一次在酒席上谈论到野兽时,你说在野兽中最险恶的是僭主,在驯兽中最险恶的是谄媚者。因为君王们即便百般声称自己与僭主大相径庭,对这些话也是听不顺耳的。”

语法注4 条
  1. 2μετὰ γὰρ τὸν ἔρωτα τῆς μητρὸς αὐτοῦ προεμένης τὸν βίον ἑκουσίως

    τῆς μητρὸς αὐτοῦ προεμένης 为独立属格(genitive absolute),意为“在其母自愿了结生命后”。它与介词短语 μετὰ τὸν ἔρωτα(在其母产生近亲相乱之恋后)相并列,补充说明佩里安德先前不再向女神献祭的时间与因果背景。

  2. 146eεἴ τι κακόν

    此为省略了归结句(apodosis)的椭圆句结构。“若是甚棘手之事[则当再送回普里埃内]”之意由紧随其后的副词短语 αὖθις εἰς Πριήνην(再次前往普里埃内)所承接补全。

  3. 147aἔδειξας ὃν ἡ σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε τὴν πυραμίδα πρὸς τὴν βακτηρίαν ἔχουσαν

    此句结合了先行词向关系从句的并入(incorporation)以及动词 ἔδειξας 所带的补充从属分词(supplementary participle)。句子的基本骨架为:ἔδειξας τὴν πυραμίδα [...] ἔχουσαν [τοῦτον τὸν λόγον] ὃν ἡ σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε(“你证明了金字塔对拐杖所具有的比例,恰如阴影对阴影所具有的比例”),其中先行词 λόγον 被直接吸收入关系从句之中。

  4. 147bὡς ἐρωτηθεὶς ὑπὸ Μολπαγόρου τοῦ Ἴωνος τί παραδοξότατον εἴης ἑωρακώς, ἀποκρίναιο

    间接引语中表示转述传闻的斜体希求法(oblique optative)。此处从属于呈报给国王的诬告内容,直接引语中的完成时直陈式 ἑώρακας 与过去时直陈式 ἀπεκρίνω(以及后文的 φαίης)在此历史时态呼应下均转换为希求法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg079.humanitext-grc2:2#1