← 普鲁塔克

加尔巴传

§2.1-2.3

宁菲狄乌斯的巨额赏金与两位皇帝的覆亡

本段记叙了宁菲狄乌斯·萨比努斯如何以无法兑现的巨额赏金诱使军队拥戴加尔巴,从而招致尼禄与加尔巴相继覆亡的过程,并阐明了作者自身的记叙旨趣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Νυμφίδιος γὰρ Σαβῖνος ὢν ἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς, ἐπεὶ τὰ Νέρωνος ἀπέγνωστο παντάπασι καὶ δῆλος ἦν ἀποδρασόμενος1 εἰς Αἴγυπτον, ἔπεισε τὸ στρατιωτικόν, ὡς μηκέτι παρόντος, ἀλλʼ ἤδη πεφευγότος, αὐτοκράτορα Γάλβαν ἀναγορεῦσαι, καὶ δωρεὰν ὑπέσχετο κατʼ ἄνδρα τοῖς αὐλικοῖς καὶ στρατηγικοῖς προσαγορευομένοις δραχμὰς ἑπτακισχιλίας πεντακοσίας, τοῖς δὲ ἐκτὸς στρατευομένοις πεντήκοντα καὶ διακοσίας ἐπὶ χιλίαις, ὅσον ἀμήχανον ἦν συναγαγεῖν μὴ πλείονα μυριάκις κακὰ παρασχόντα πᾶσιν ἀνθρώποις ὧν Νέρων παρέσχε.

事实上,正如前文所述,与蒂盖利努斯同任宫廷长官的宁菲狄乌斯·萨比努斯,在尼禄的大局已彻底无可挽回、且显然企图逃往埃及之际,便以尼禄已不在场而业已逃亡为由,说服军队拥戴加尔巴为皇帝。他更许诺向所谓的宫廷军及近卫军每人赏赐七千五百德拉克马,向在境外服役的军士每人赏赐一千二百五十德拉克马;这样巨额的数目,若不对全人类造成比尼禄所造成的还要大上万倍的灾难,是绝不可能筹集齐备的。

§2.3

τοῦτο γὰρ εὐθὺς μὲν ἀπώλεσε Νέρωνα, μετʼ ὀλίγον δὲ Γάλβαν τὸν μὲν γὰρ ὡς ληψόμενοι προήκαντο, τὸν δὲ μὴ λαμβάνοντες ἀπέκτειναν. εἶτα τὸν τοσοῦτον δώσοντα ζητοῦντες ἔφθησαν ἐν ταῖς ἀποστάσεσι καὶ προδοσίαις ἀναλώσαντες αὑτοὺς ἢ τυχόντες ὧν ἤλπισαν.2 τὰ μὲν οὖν καθʼ ἕκαστα τῶν γενομένων ἀπαγγέλλειν ἀκριβῶς τῆς πραγματικῆς ἱστορίας ἐστίν, ὅσα δὲ ἄξια λόγου τοῖς τῶν Καισάρων ἔργοις καὶ πάθεσι συμπέπτωκεν, οὐδὲ ἐμοὶ προσήκει παρελθεῖν.

正是这一许诺,立刻毁灭了尼禄,不久后又毁灭了加尔巴。因为士兵们为了获取这笔赏金而抛弃了前者,又因未能领到赏金而杀害了后者。随后,他们在寻觅能够赐予如此重赏之人的过程中,还未得到所企盼的事物,就已在一连串的叛乱与背叛中自取灭亡了。严格详尽地记述发生的每一件事,固然属于纪事正史的职责;但那些与凯撒们的作为和际遇相伴发生而值得一提的大事,我亦不宜略过不提。

语法注2 条
  1. 2.1δῆλος ἦν ἀποδρασόμενος

    形容词 δῆλος 搭配主格将来分词的人称结构,语义上等同于非人称句 δῆλον ἦν ὅτι...(……是显而易见的),但希腊语习惯将逻辑主语(尼禄)直接作为连系动词 ἦν 的语法主语。

  2. 2.3ἔφθησαν ... ἀναλώσαντες αὑτοὺς ἢ τυχόντες ὧν ἤλπισαν

    动词 φθάνω 支配分词并与比较连接词 ἤ 搭配使用,意为“在做B之前便已做了A”或“先于B而做A”。此处表示士兵们在获得企盼之物(ἢ τυχόντες)之前,就已经在叛乱中毁灭了自身(ἀναλώσαντες αὑτούς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:2.1-2.3