- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过论述军队纪律与服从的重要性,将尼禄死后罗马军队因放纵无度在短时间内频繁立废四位皇帝的混乱动荡比作泰坦式的浩劫。
ὁ μὲν Ἀθηναῖος Ἰφικράτης τὸν μισθοφόρον ἠξίου στρατιώτην καὶ φιλόπλουτον εἶναι καὶ φιλήδονον, ὅπως ταῖς ἐπιθυμίαις χορηγίαν ἐπιζητῶν ἀγωνίζηται παραβολώτερον, οἱ δὲ πλεῖστοι, καθάπερ ἐρρωμένον σῶμα, τὸ στρατιωτικὸν ἀξιοῦσιν ἰδίᾳ μηδέποτε χρώμενον ὁρμῇ συγκινεῖσθαι τῇ τοῦ στρατηγοῦ.
雅典人伊菲克拉特斯认为,雇佣兵应当既贪图财富又贪恋享乐,以便在为满足欲望而寻求供应时更加不顾死活地战斗;但大多数人认为,军队就像一具强健的身体,绝不应运用属于自己的冲动,而应随着将领的冲动而一同动作。
διὸ καὶ Παῦλον Αἰμίλιον λέγουσι τὴν ἐν Μακεδονίᾳ δύναμιν παραλαβόντα λαλιᾶς καὶ περιεργίας, οἷον διαστρατηγοῦσαν, ἀνάπλεων, παρεγγυῆσαι τὴν χεῖρα ποιεῖν ἑτοίμην καὶ τὴν μάχαιραν ὀξεῖαν ἕκαστον, αὐτῷ δὲ τῶν ἄλλων μελήσειν.
因此据说埃米利乌斯·保卢斯在接掌马其顿的军队时,见其充满了多嘴与妄加干涉,仿佛在替将帅指挥一般,便下令每个人只需让自己的手做好准备、将刀剑磨快,其余事务自有他来操心。
ὁ δὲ Πλάτων οὐδὲν ἔργον ὁρῶν ἄρχοντος ἀγαθοῦ καὶ στρατηγοῦ στρατιᾶς μὴ σωφρονούσης μηδὲ ὁμοπαθούσης, ἀλλὰ τὴν πειθαρχικὴν ἀρετὴν ὁμοίως τῇ βασιλικῇ νομίζων φύσεως γενναίας καὶ τροφῆς φιλοσόφου δεῖσθαι, μάλιστα τῷ πρᾴῳ καὶ φιλανθρώπῳ τὸ θυμοειδὲς καὶ δραστήριον ἐμμελῶς ἀνακεραννυμένης, ἄλλα τε πάθη πολλὰ καὶ τὰ Ῥωμαίοις συμπεσόντα μετὰ τὴν Νέρωνος τελευτὴν ἔχει μαρτύρια καὶ παραδείγματα1 τοῦ μηδὲν εἶναι φοβερώτερον ἀπαιδεύτοις χρωμένης καὶ ἀλόγοις ὁρμαῖς ἐν ἡγεμονίᾳ στρατιωτικῆς δυνάμεως.
而柏拉图看到,倘若军队不行节制、不与统帅同心同德,良主善将便一事无成;他更认为服从的德行与为王的德行一样,需要高贵的本性与哲学的教养,尤以温和与人道调和激昂与实干的品性为要。不仅许多其他的灾祸,而且罗马人在尼禄死后所遭遇的事端,都成了他的见证和实例,证明在统治大权之中,没有什么比一支顺从于未受教化且不合情理的冲动的军事力量更为可怕的。
Δημάδης μὲν γὰρ Ἀλεξάνδρου τελευτήσαντος εἴκαζε τὴν Μακεδόνων στρατιὰν ἐκτετυφλωμένῳ τῷ Κύκλωπι, πολλὰς κινουμένην ὁρῶν κινήσεις ἀτάκτους καὶ παραφόρους· τὴν δὲ Ῥωμαίων ἡγεμονίαν ὅμοια τοῖς λεγομένοις Τιτανικοῖς πάθεσι καὶ κινήμασι κατελάμβανεν,2 εἰς πολλὰ διασπωμένην ἅμα καὶ πολλαχόθεν αὖθις ἑαυτῇ συμπίπτουσαν, οὐχ οὕτως ὑπὸ φιλαρχίας τῶν ἀναγορευομένων αὐτοκρατόρων, ὡς φιλοπλουτίας καὶ ἀκολασίας τοῦ στρατιωτικοῦ διʼ ἀλλήλων ὥσπερ ἥλους τοὺς ἡγεμόνας ἐκκρούοντος.3
德玛德斯在亚历山大死后,看到马其顿军队做出诸多混乱而狂乱的举动,将其比作被弄瞎的独眼巨人;而罗马帝国的统治则遭遇了类似传说中泰坦巨人的灾难与动荡,它同时被撕裂成许多部分,又再次从四面八方自相碰撞。这与其说是因为那些被宣告为皇帝者贪恋权位,不如说是因为军士们的贪婪与放肆,他们就像敲出钉子一样,借由〔统帅〕彼此来驱逐那些统帅。
καίτοι Διονύσιος Φεραῖον ἄρξαντα Θετταλῶν δέκα μῆνας, εἶτα εὐθὺς ἀναιρεθέντα, τὸν τραγικὸν ἀνεκάλει τύραννον, ἐπισκώπτων τὸ τάχος τῆς μεταβολῆς, ἡ δὲ τῶν Καισάρων ἑστία, τὸ Παλάτιον, ἐν ἐλάσσονι χρόνῳ τέσσαρας αὐτοκράτορας ὑπεδέξατο, τὸν μὲν εἰσαγόντων ὥσπερ διὰ σκηνῆς, τὸν δʼ ἐξαγόντων. ἀλλʼ ἦν γε παραμυθία τοῖς κακῶς πάσχουσι μία τὸ μὴ δεηθῆναι δίκης ἑτέρας ἐπὶ τοὺς αἰτίους, ἀλλʼ ὁρᾶν αὐτοὺς ὑφʼ ἑαυτῶν φονευομένους, πρῶτον δὲ καὶ δικαιότατα πάντων τὸν δελεάσαντα καὶ διδάξαντα τοσοῦτον ἐλπίζειν ἐπὶ μεταβολῇ Καίσαρος ὅσον αὐτὸς ὑπέσχετο, κάλλιστον ἔργον διαβαλὼν τῷ μισθῷ, τὴν ἀπὸ Νέρωνος ἀποστασίαν προδοσίαν γενομένην.
然而,狄奥尼修斯曾嘲笑政局剧变之速,把统治了色萨利人十个月随后立即被杀的费赖统治者称为“悲剧僭主”;但凯撒们的寝宫帕拉蒂乌姆山,却在更短的时间内迎来了四位皇帝,仿佛在舞台上穿行一般,迎入一人,又送出一人。然而对于受难者而言,至少有一种安慰,那就是无需借助外来的惩罚来惩处肇事者,而是目睹他们死于自相残杀;首先且最为名正言顺受死的,正是那个用诱饵使士兵在更换凯撒时期待得到他所许诺的重赏、以金钱玷污了最壮丽的事业、将反抗尼禄的起义变为背叛勾当之人。
- 1.3ὁ δὲ Πλάτων ... ἔχει μαρτύρια καὶ παραδείγματα
这是一个跨度极长的主谓分离结构:主语 ὁ Πλάτων 带出两个并列分词 ὁρῶν 和 νομίζων,直到主动词 ἔχει。宾语是 ἄλλα τε πάθη πολλὰ καὶ τὰ ... συμπεσόντα,而 μαρτύρια καὶ παραδείγματα 作补足性宾格(“握有……作为证据与实例”),其具体内容由冠词属格不定式短语 τοῦ μηδὲν εἶναι... 进一步说明。
- 1.4τὴν δὲ Ῥωμαίων ἡγεμονίαν ὅμοια τοῖς λεγομένοις Τιτανικοῖς πάθεσι καὶ κινήμασι κατελάμβανεν
动词 κατελάμβανεν 在此作及物动词用,意为“(灾难等)袭来、降临”,其直接宾语为宾格 τὴν Ῥωμαίων ἡγεμονίαν。名词化的中性复数主格 ὅμοια(“类似于……的事态”)作主语,按希腊语中性复数主语配单数动词的规则与单数动词 κατελάμβανεν 呼应。
- 1.4διʼ ἀλλήλων ὥσπερ ἥλους τοὺς ἡγεμόνας ἐκκρούοντος
分词 ἐκκρούοντος 与从属于 φιλοπλουτίας καὶ ἀκολασίας 的集合名词属格 τοῦ στρατιωτικοῦ 一致。此处化用了古希腊谚语“以楔出楔/以钉顶钉”(ἥλῳ ἧλον ἐκκρούειν),διʼ ἀλλήλων 指代 τοὺς ἡγεμόνας,说明军队借一位统帅驱逐另一位统帅,如同以钉顶钉一般。
