- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:54.1-54.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了腓力对阿拉图斯之子的荼毒致死,以及作为神谴降临于腓力之身的没落与安提柯王朝的灭亡,最终以阿拉图斯家族的绵延不绝作结。
ἀλλὰ γὰρ ὁ μὲν πρεσβύτερος Ἄρατος οὕτω βιῶσαι καὶ τοιοῦτος γενέσθαι τὴν φύσιν ἱστορεῖται· τὸν δὲ υἱὸν αὐτοῦ μιαρὸς ὢν φύσει καὶ μετʼ ὠμότητος ὑβριστὴς ὁ Φίλιππος οὐ θανασίμοις, ἀλλὰ μανικοῖς ἐξέστησε τοῦ λογισμοῦ1 φαρμάκοις· καὶ παρέτρεψεν εἰς δεινὰς καὶ ἀλλοκότους ἐπιφοράς, πράξεων ἀτόπων καὶ σὺν αἰσχύνῃ παθῶν ὀλεθρίων ὀρεγόμενον, ὥστε τὸν θάνατον αὐτῷ, καίπερ ὄντι νέῳ καὶ ἀνθοῦντι, μὴ συμφοράν, ἀλλʼ ἀπόλυσιν κακῶν καὶ σωτηρίαν γενέσθαι.
然而据传记所载,老阿拉图斯便是如此度过一生,且拥有这般的秉性;至于他的儿子,腓力因本性卑劣,又兼具残暴傲慢,不用致命的毒药,反用致疯的药物使其丧失理智,将他引入可怕而怪异的冲动之中,使他热衷于荒谬的行径与伴随羞耻的毁灭性欲望,以致于死亡对他而言,尽管尚处青年华茂之年,却已非灾难,反而是脱离苦厄的解脱与救赎。
δίκας γε μὴν ὁ Φίλιππος οὐ μεμπτὰς Διὶ ξενίῳ καὶ φιλίῳ τῆς ἀνοσιουργίας ταύτης τίνων διετέλεσε,2 καταπολεμηθεὶς μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐπέτρεψεν ἐκείνοις τὰ καθʼ αὑτόν, ἐκπεσὼν δὲ τῆς ἄλλης ἀρχῆς καὶ τὰς ναῦς πλὴν πέντε πάσας προέμενος καὶ χίλια προσεκτίσειν ὁμολογήσας τάλαντα καὶ τὸν υἱὸν ὁμηρεύσοντα παραδούς διʼ οἶκτον ἔτυχε Μακεδονίας καὶ τῶν συντελούντων.3 ἀποκτείνων δὲ ἀεὶ τοὺς ἀρίστους καὶ συγγενεστάτους φρίκης ἐνέπλησε καὶ μίσους ὅλην τὴν βασιλείαν πρὸς αὑτόν.
诚然,腓力一直向款客之神与友谊之神宙斯为这件渎神罪孽偿还应得的报应;因为他被罗马人彻底战败,将自身命运全凭彼等处置,不仅丧失了其余的领土,交出了除五艘以外的全部战舰,答应赔偿一千塔兰同,并交出儿子作为人质,方凭怜悯保住了马其顿及其纳贡之地。而且他不断杀害最优秀的人才和至亲,使整个王国对他充满了战栗与憎恨。
ἓν δὲ μόνον ἐν τοσούτοις κακοῖς εὐτύχημα κτησάμενος, υἱὸν ἀρετῇ διαφέροντα, τοῦτον φθόνῳ καὶ ζηλοτυπίᾳ τῆς παρὰ Ῥωμαίοις τιμῆς ἀνεῖλε, Περσεῖ δὲ θατέρῳ τὴν ἀρχὴν παρέδωκεν, ὅν οὐ γνήσιον, ἀλλʼ ὑπόβλητον εἶναί φασιν, ἐκ Γναθαινίου τινὸς ἀκεστρίας γενόμενον. τοῦτον Αἰμίλιος ἐθριάμβευσε4 καὶ κατέστρεψεν ἐνταῦθα τῆς Ἀντιγονικῆς βασιλείας ἡ διαδοχή, τὸ δὲ Ἀράτου γένος ἐν τῇ Σικυῶνι καὶ τῇ Πελλήνῃ διέμεινε καθʼ ἡμᾶς.
在这般巨大的厄运中他所获得的唯一幸事,便是一位品德卓越的儿子,但他却因嫉妒罗马人给予该子的殊荣而将其害死,将王位传给了另一个儿子珀尔修斯;据说珀尔修斯并非正出,而是一个名叫格纳泰尼翁的缝纫女工所生的假充之子。埃米利乌斯在凯旋式中押解了此人,安提柯王朝的世系遂在此断绝;然而阿拉图斯的家族却在西锡安与佩莱涅一直繁衍延续至我们这个时代。
- 54.1ἐξέστησε τοῦ λογισμοῦ
动词 ἐξίστημι 支配分离属格 τοῦ λογισμοῦ,构成习语结构,意为“使脱离理智”,即“使发疯”、“使丧失心智”。
- 54.2δίκας ... τίνων διετέλεσε
助动词 διατελέω 搭配补充主格分词 τίνων(源自惯用语 δίκην τίνω,“受惩罚、受报应”),表示“不断偿还/受尽惩罚”。与格 Διὶ ξενίῳ καὶ φιλίῳ 指接受赎罪的神祇,属格 τῆς ἀνοσιουργίας ταύτης 则表罪责的原因。
- 54.2τῶν συντελούντων
动词 συντελέω 的现在能动分词阳性复数属格,作名词化用法。在政治与行政用语中指“共同纳税者”,即臣服于马其顿并向其纳税交贡的附属城邦或居民。
- 54.3τοῦτον Αἰμίλιος ἐθριάμβευσε
动词 θριαμβεύω 虽对应拉丁语 triumphare(“举行凯旋式”),但在晚期希腊语中可作及物动词并支配宾格(τοῦτον),意为“在凯旋式中押解某人(作为战俘夸耀)”。
