- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:53.1-53.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯在埃吉昂去世后,阿开亚人与西锡安人就遗体安葬产生争执,最终西锡安人依据德尔斐神谕将其遗体葬入城内,并确立了对他的英雄崇拜与祭祀荣典。
οὕτω δὲ αὐτοῦ τελευτήσαντος ἐν Αἰγίῳ τὸ ἑπτακαιδέκατον στρατηγοῦντος, καὶ τῶν Ἀχαιῶν φιλοτιμουμένων ἐκεῖ γενέσθαι ταφὰς καὶ μνήματα πρέποντα τῷ βίῳ τοῦ ἀνδρός, Σικυώνιοι συμφορὰν ἐποιοῦντο μὴ παρʼ αὐτοῖς τεθῆναι τὸ σῶμα.1
当他在埃吉昂第十七次担任将领任内如此去世时,阿开亚人极力主张应在当地举行与此人生平相称的葬礼并建立纪念碑,而西锡安人则认为,如果不将他的遗体安葬在他们那里,便是一场灾难。
καὶ τοὺς μὲν Ἀχαιοὺς ἔπεισαν ἐφιέναι, νόμου δὲ ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν. ἡ δὲ αὐτοῖς ἀναιρεῖ τὸν χρησμὸν τόνδε· "βουλεύῃ, Σικυών, ζωάγριον αἰὲν Ἀράτου, ἀμφʼ ὁσίῃ θαλίῃ τε κατοιχομένοιο ἄνακτος; ὡς τὸ βαρυνόμενον τῷδʼ ἀνέρι καὶ τὸ βαρῦνον2 γαίης ἔστʼ ἀσέβημα καὶ οὐρανοῦ ἠδὲ θαλάσσης."
他们说服了阿开亚人予以让步,但由于有一条古老的法律规定城墙之内不得葬人,且对这条法律附有极强的宗教敬畏,他们便派人前往德尔斐,就此事请教皮提亚。她向他们降下了如下的神谕: “西锡安啊,你竟为已逝的主君那神圣的礼仪与庆典, 永远计议着对阿拉图斯救命之恩的报偿吗? 须知那因这男子而受重压者,以及令他受重压者, 对于大地、天空与海洋而言,皆是不敬之罪。”
κομισθείσης δὲ τῆς μαντείας οἵ τε Ἀχαιοὶ σύμπαντες ἥσθησαν, καὶ διαφερόντως οἱ Σικυώνιοι μεταβαλόντες εἰς ἑορτὴν τὸ πένθος εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι περίοπτον ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκήδευσαν.
神谕传回后,全体阿开亚人皆感欣慰,尤其是西锡安人将哀思化作欢庆,立即头戴花冠、身着白袍,在佩安神歌与歌舞的伴随下,将遗体从埃吉昂迎入城中;他们挑选了一处显要之地,将他作为城邦的奠基者与拯救者予以安葬。
καὶ καλεῖται μέχρι νῦν Ἀράτειον, καὶ θύουσιν αὐτῷ θυσίαν, τὴν μέν, ᾗ τὴν πόλιν ἀπήλλαξε τῆς τυραννίδος ἡμέρᾳ πέμπτῃ Δαισίου μηνός, ὃν Ἀθηναῖοι καλοῦσιν Ἀνθεστηριῶνα, καὶ τὴν θυσίαν ἐκείνην Σωτήρια προσαγορεύουσι, τὴν δὲ τοῦ μηνὸς ἐν ᾗ γενέσθαι τὸν ἄνδρα διαμνημονεύουσι. τῆς μὲν οὖν προτέρας ὁ τοῦ Διὸς τοῦ Σωτῆρος κατήρχετο θυηπόλος,3 τῆς δὲ δευτέρας ὁ τοῦ Ἀράτου, στρόφιον οὐχ ὁλόλευκον, ἀλλὰ μεσοπόρφυρον ἔχων, μέλη δὲ ᾔδετο πρὸς κιθάραν ὑπὸ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ συνεπόμπευεν ὁ γυμνασίαρχος ἡγούμενος τῶν τε παίδων καὶ τῶν ἐφήβων, εἶτα ἐφείπετο ἡ βουλὴ στεφανηφοροῦσα καὶ τῶν ἄλλων πολιτῶν ὁ βουλόμενος. ὧν ἔτι δείγματα μικρὰ ταῖς ἡμέραις ἐκείναις ἐξοσιούμενοι διαφυλάττουσιν αἱ δὲ πλεῖσται τῶν τιμῶν ὑπὸ χρόνου καὶ πραγμάτων ἄλλων ἐκλελοίπασιν.
该地至今仍被称为阿拉图斯陵,他们向他献祭:其一是在他使城邦摆脱僭主统治之日,即戴西奥斯月五日,雅典人称此月为花月,他们称那场祭祀为拯救祭;另一场祭祀则在他们所铭记的此人诞生的月份的那一日举行。在前一场祭祀中,由拯救者宙斯的祭司主祭;而在后一场中,则由阿拉图斯的祭司主祭,他头戴并非全白、而是中间夹有紫色的发带;狄奥尼索斯的艺人们伴着竖琴歌唱曲调,体育总监带领少年与青年们一同列队巡行,随后议事会成员头戴花冠相随,其余愿同行的公民亦紧随其后。至今在那些日子里,他们仍恪守神圣仪式保留着这些祭典的微小遗迹,但大部分荣典已因岁月沧桑与人事变迁而湮灭无存了。
- 53.1συμφορὰν ἐποιοῦντο μὴ παρʼ αὐτοῖς τεθῆναι τὸ σῶμα
动词短语 συμφορὰν ποιοῦμαι(视作不幸、引以为憾)后接不定词结构,由于表达的是所顾虑、抗拒之事的否定事实,故按古典希腊语常规搭配否定词 μή,意为“遗体若不得安葬于他们处所”。
- 53.2ὡς τὸ βαρυνόμενον τῷδʼ ἀνέρι καὶ τὸ βαρῦνον
在六音步诗体的神谕中,ὡς 用作引出断言或原因的连词(“可知……”)。与格 τῷδʼ ἀνέρι 作被动分词 τὸ βαρυνόμενον 的施事与格(“为这男子所重压者”),与主动分词 τὸ βαρῦνον(“重压这男子者”)形成互文对比,旨在警示阻挠或轻侮阿拉图斯葬礼将招致天地神明的不敬罪。
- 53.4τῆς μὲν οὖν προτέρας ὁ τὸν Διὸς τοῦ Σωτῆρος κατήρχετο θυηπόλος
动词 κατάρχομαι 支配属格(τῆς προτέρας [θυσίας]),表示“主持、开辟祭礼”。主语为 ὁ θυηπόλος(祭司),修饰它的属格短语 τοῦ Διὸς τοῦ Σωτῆρος(拯救者宙斯的)通过隔置法(hyperbaton)插入在冠词与名词之间。
