- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯对是否销毁僭主阿里斯特拉托斯的名画迟疑不决,在画家涅阿尔刻斯的建议下仅抹除了僭主本人的形象予以保存。托勒密国王愈加赏识阿拉托斯,遂拨巨款资助西库昂。
ἤνθει γὰρ ἔτι δόξα τῆς Σικυωνίας μούσης καὶ χρηστογραφίας, ὡς μόνης ἀδιάφθορον ἐχούσης τὸ καλόν, ὥστε καὶ Ἀπελλῆν ἐκεῖνον ἤδη θαυμαζόμενον ἀφικέσθαι καὶ συγγενέσθαι τοῖς ἀνδράσιν ἐπὶ ταλάντῳ,1 τῆς δόξης μᾶλλον ἢ τῆς τέχνης δεόμενον μεταλαβεῖν. διὸ τὰς μὲν ἄλλας εἰκόνας τῶν τυράννων ἀνεῖλεν εὐθὺς ὁ Ἄρατος, ὅτε τὴν πόλιν ἠλευθέρωσε, περὶ δὲ τῆς Ἀριστράτου κατὰ Φίλιππον ἀκμάσαντος ἐβουλεύσατο πολὺν χρόνον.
因为西库昂艺术和优秀画作的声誉当时依然极盛,被认为唯独它保持了美的纯粹无瑕,以致连早已备受赞誉的名画家阿佩莱斯也曾出资一塔兰同前来拜访,师从于那些画家,他所求的与其说是技艺,不如说是分享他们的声誉。因此,阿拉托斯在解放城邦时虽然立即清除了僭主们的其他画像,却对在腓力时代称雄一时的阿里斯特拉托斯的画像踌躇良久。
ἐγράφη μὲν γὰρ ὑπὸ πάντων τῶν περὶ τὸν Μέλανθον ἅρματι νικηφόρῳ παρεστὼς ὁ Ἀρίστρατος, Ἀπελλοῦ συνεφαψαμένου τῆς γραφῆς, ὡς Πολέμων ὁ περιηγητὴς ἱστόρηκεν. ἦν δὲ τὸ ἔργον ἀξιοθέατον, ὥστε γνάμπτεσθαι τὸν Ἄρατον ὑπὸ τῆς τέχνης, αὖθίς τε μίσει τῷ πρὸς τοὺς τυράννους ἐξαγόμενον κελεύειν καθαιρεῖν.
因为正如地理纪行家波勒蒙所记述的,阿里斯特拉托斯是由梅兰提奥斯派系的所有人画成站在一辆带来胜利的战车旁,阿佩莱斯也参与了这幅画作。这件作品精美绝伦,致使阿拉托斯一方面为艺术所动容,另一方面又被对僭主的仇恨所驱使而下令摧毁它。
τὸν οὖν ζωγράφον Νεάλκη φίλον ὄντα τοῦ Ἀράτου παραιτεῖσθαί φασι καὶ δακρύειν, ὡς δʼ οὐκ ἔπειθεν, εἰπεῖν ὅτι τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς τῶν τυράννων.2 ἐάσωμεν οὖν τὸ ἅρμα καὶ τὴν Νίκην, αὐτὸν δέ σοι παρέξω τὸν Ἀρίστρατον ἐγὼ παραχωροῦντα τοῦ πίνακος ἐπιτρέψαντος οὖν τοῦ Ἀράτου διήλειψεν ὁ Νεάλκης τὸν Ἀρίστρατον, εἰς δὲ τὴν χώραν φοίνικα μόνον ἐνέγραψεν, ἄλλο δὲ οὐδὲν ἐτόλμησε παραβαλεῖν. τοὺς δὲ πόδας ἐξαλειφομένου τοῦ Ἀριστράτου διαλαθεῖν3 ὑπὸ τὸ ἅρμα λέγουσιν.
据说,身为阿拉托斯朋友的画家涅阿尔刻斯为之求情甚至痛哭,当见无法说服他时,便说:应当与僭主们交战,而不是与属于僭主们的东西交战。 “那么我们就保留战车与胜利女神,但我会为你让阿里斯特拉托斯本人退出画板。” 在阿拉托斯应允后,涅阿尔刻斯涂抹掉了阿里斯特拉托斯,并在那个位置上仅仅补画了一棵棕榈树,不敢再添置任何别的东西。据说当阿里斯特拉托斯被涂抹时,他的双脚遗留在战车下方,未被察觉。
ἔκ τε δὴ τούτων ὁ Ἄρατος ἠγαπᾶτο, καὶ διδοὺς πεῖραν ἔτι μᾶλλον ἥψατο τοῦ βασιλέως,4 καὶ δωρεὰν ἔλαβε τῇ πόλει πεντήκοντα καὶ ἑκατὸν τάλαντα, καὶ τούτων τεσσαράκοντα μὲν εὐθὺς μεθʼ ἑαυτοῦ κομίζων εἰς Πελοπόννησον κατῆρε, τὰ δὲ λοιπὰ διελὼν εἰς δόσεις ὁ βασιλεὺς ὕστερον κατά μέρος ἀπέστειλεν.
正因这些缘故,阿拉托斯深受喜爱,并在展现自己才德的同时进一步打动了国王的心,为城邦获得了整整一百五十塔兰同的赠款;其中四十塔兰同他立即随身携带乘船返回伯罗奔尼撒,其余的款项国王则分为数期,在日后陆续分批送去。
- 13.1ἐπὶ ταλάντῳ
介词 ἐπί 支配与格,表示条件或代价,意为“以……为代价/报酬”,此处指阿佩莱斯支付了一塔兰同的巨款以求教于西库昂的画师门下。
- 13.3τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς τῶν τυράννων
动形容词 πολεμητέον 的无人称结构,其作战对象由与格 τοῖς τυράννοις 标示。后面的 τοῖς τῶν τυράννων 是带有定冠词的中性复数实质化用法,意指“属于僭主们的事物/财产”(如艺术品)。
- 13.3τοὺς δὲ πόδας ἐξαλειφομένου τοῦ Ἀριστράτου διαλαθεῖν
由 λέγουσιν 统领的带不定式宾格结构。不定式 διαλαθεῖν 的逻辑主语是宾格 τοὺς δὲ πόδας(双脚),而 ἐξαλειφομένου τοῦ Ἀριστράτου 为独立属格结构,表示时间(“当阿里斯特拉托斯被涂抹消除时”)。
- 13.4ἥψατο τοῦ βασιλέως
中动态动词 ἅπτομαι 接属格宾语,字面意为“触及”或“抓住”,此处为比喻用法,意指“打动了国王的心 / 抓住了国王的心”。
