← 普鲁塔克

阿拉图斯传

§12.1-12.5

阿拉托斯险渡埃及与谒见托勒密

为了解决西库昂内部的纷争并求得资助,阿拉托斯泛海前往埃及寻求托勒密国王的援助;途中遭遇风暴漂至敌境阿德里亚,侥幸脱险后借乘一艘罗马船到达卡里亚,最终抵达埃及,谒见此前因其所赠希腊画作而对其甚有好感的国王。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ἐπεὶ δὲ οἱ φυγάδες ἦσαν ἀπαρηγόρητοι τοῖς ἔχουσι τὰς κτήσεις ἐνοχλοῦντες, ἥ τε πόλις ἐκινδύνευεν ἀνάστατος γενέσθαι, μίαν ὁρῶν ἐλπίδα τὴν Πτολεμαίου φιλανθρωπίαν ὥρμησεν ἐκπλεῦσαι καὶ δεηθῆναι τοῦ βασιλέως ὅπως αὐτῷ χρήματα συμβάληται πρὸς τὰς διαλύσεις.

鉴于流亡者们难以抚慰,不断骚扰占有财产的人,城邦陷入倾覆的危险,阿拉托斯视托勒密的善意为唯一的希望,决意扬帆出海,恳请国王为平息纷争资助款项。

§12.2

ἀνήχθη μὲν οὖν ἀπὸ Μοθώνης ὑπὲρ Μαλέας, ὡς τῷ διὰ πόρου δρόμῳ χρησόμενος. πρὸς δὲ μέγα πνεῦμα καὶ πολλὴν θάλασσαν ἐκ πελάγους κατιοῦσαν ἐνδόντος τοῦ κυβερνήτου, παραφερόμενος μόλις ἥψατο τῆς Ἀδρίας πολεμίας οὔσης, ἐκρατεῖτο γὰρ ὑπὸ Ἀντιγόνου καὶ φυλακὴν εἶχεν· ἣν φθάσας ἀπέβη,1 καὶ τὴν ναῦν καταλιπὼν ἀπεχώρησε μακρὰν ἀπὸ θαλάσσης ἔχων ἕνα τῶν φίλων σὺν αὑτῷ Τιμάνθην.

于是,他从摩索涅启航,绕过马利亚海角,打算取道开阔海域航行。然而面对大风以及从外海涌来的狂澜,舵手无力招架,船只随波漂流,勉强抵达了属于敌方势力的阿德里亚——此地为安提柯所掌控,并驻有守军。阿拉托斯抢先登岸,弃船而去,只带了一位朋友提曼忒斯退至远离海岸的地方。

§12.3

καὶ καταβαλόντες ἑαυτοὺς εἴς τινα τόπον ὕλης γέμοντα χαλεπῶς ἐνυκτέρευον. ὀλίγῳ δὲ ὕστερον ὁ φρούραρχος ἐπελθὼν καὶ ζητῶν τὸν Ἄρατον ὑπὸ τῶν θεραπόντων ἐξηπατήθη τῶν ἐκείνου, δεδιδαγμένων λέγειν ὡς εὐθὺς ἀποδρὰς εἰς Εὔβοιαν ἐξέπλευσε. τὰ μέντοι κομιζόμενα καὶ τὴν ναῦν καὶ τοὺς θεράποντας ἀπέφηνε πολέμια καὶ κατέσχε.

他们藏身于一片林木茂密之处,艰难地熬过了一夜。不久后,守备官赶来搜寻阿拉托斯,却被阿拉托斯的仆人们骗过;这些仆人事前受过指点,皆称阿拉托斯已立即潜逃扬帆驶往优卑亚岛。然而守备官还是将所载货物、船只以及仆人们宣布为敌产并予以扣押。

§12.4

μετὰ δὲ ἡμέρας οὐ πολλὰς ἐν ἀπόροις ὄντι τῷ Ἀράτῳ γίνεταί τις εὐτυχία, Ῥωμαϊκῆς νεὼς παραβαλούσης κατὰ τὸν τόπον ἐν ᾧ τὰ μὲν ἐπὶ σκοπὴν ἀνιών, τὰ δὲ κρυπτόμενος2 διῆγεν. ἔπλει μὲν οὖν ἡ ναῦς εἰς Συρίαν, ἐπέβη δὲ πείσας τὸν ναύκληρον ἄχρι Καρίας διακομισθῆναι· καὶ διεκομίσθη κινδύνοις αὖθις οὐκ ἐλάττοσι χρησάμενος κατὰ θάλατταν.

没过几日,正陷于穷途末路的阿拉托斯迎来了转机:一艘罗马船只恰好停靠在他栖身之所——他此前正是在此或登高望哨、或藏匿身形以度日。这艘船本是开往叙利亚的,但他劝服船主将自己顺带送往卡里亚,于是登上了船;再次历经海上同样凶险的波折之后,他终于被送抵卡里亚。

§12.5

ἐκ δὲ Καρίας χρόνῳ πολλῷ περαιωθεὶς εἰς Αἴγυπτον αὐτόθεν τε τῷ βασιλεῖ διακειμένῳ πρὸς αὐτὸν οἰκείως ἐνέτυχε, καὶ τεθεραπευμένῳ3 γραφαῖς καὶ πίναξιν ἀπὸ τῆς Ἑλλάδος, ἐν οἷς κρίσιν ἔχων οὐκ ἄμουσον ὁ Ἄρατος ἀεί τι τῶν τεχνικῶν καὶ περιττῶν, μάλιστα δὲ Παμφίλου καὶ Μελάνθου, συνάγων καὶ κτώμενος ἀπέστελλεν.

从卡里亚出发,经过漫长的时间渡海到达埃及后,他得以拜见国王。国王本就对他心怀亲善,此前更已因来自希腊的画卷与木板画而大悦;阿拉托斯对这些艺术品有着颇为雅致的鉴赏力,总是搜集购买精妙出众的作品送给他,尤其是潘菲洛斯和梅兰提奥斯的作品。

语法注3 条
  1. 12.2ἣν φθάσας ἀπέβη

    关系代词 ἣν 的先行词为紧接其前的 φυλακήν(守军)或 Ἀδρίας(阿德里亚)。动词 φθάνω 带宾格表示“抢在……之前”“走在……前面”,分词短语意为“赶在守军发觉之前/抢先一步登岸”。

  2. 12.4τὰ μὲν ἐπὶ σκοπὴν ἀνιών, τὰ δὲ κρυπτόμενος

    τὰ μέν... τὰ δέ 用作副词性对格(内宾格),表示“有时……有时……”或“一方面……另一方面……”。分词 ἀνιών 与 κρυπτόμενος 修饰主动词 διῆγεν(度日),描述其行为状态。

  3. 12.5τεθεραπευμένῳ

    该词为完成时被动分词,与与格名词 τῷ βασιλεῖ(国王)保持一致,意为“被(阿拉托斯用)来自希腊的画作取悦/奉承”。后文说明阿拉托斯不断收集并向其赠送画作,从而确证了该被动动作的施动者正是阿拉托斯本人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:12.1-12.5