- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:37.1-37.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
幽灵消失后,布鲁图斯向卡西乌斯述说此事,卡西乌斯依据伊壁鸠鲁学说将其理性解释为感官欺瞒与心灵幻象以安抚他。随后大军登船时,出现了两只鹰停歇在军旗上并一路相随至腓立比的征兆。
ἀφανισθέντος δʼ αὐτοῦ τοὺς παῖδας ἐκάλει· μήτε δʼ ἀκοῦσαί τινα φωνὴν μήτʼ ἰδεῖν ὄψιν φασκόντων, τότε μὲν ἐπηγρύπνησεν· ἅμα δʼ ἡμέρᾳ τραπόμενος πρὸς Κάσσιον ἔφραζε τὴν ὄψιν.
幽灵消失后,他便呼唤仆从;而当他们声称既未听见任何声音,也未看见任何形相时,他便在当时通宵未眠。天一破晓,他便去找卡西乌斯,述说了所见的景象。
ὁ δὲ τοῖς Ἐπικούρου λόγοις χρώμενος καὶ περὶ τούτων ἔθος ἔχων διαφέρεσθαι πρὸς τὸν Βροῦτον, ἡμέτερος οὗτος, εἶπεν, ὦ Βροῦτε, λόγος, ὡς οὐ πάντα πάσχομεν ἀληθῶς οὐδʼ ὁρῶμεν,ἀλλʼ ὑγρὸν μέν τι χρῆμα καὶ ἀπατηλὸν ἡ αἴσθησις, ἔτι δʼ ὀξυτέρα ἡ διάνοια κινεῖν αὑτὸ καὶ μεταβάλλειν ἀπʼ οὐδενὸς ὑπάρχοντος ἐπὶ πᾶσαν ἰδέαν.
卡西乌斯信奉伊壁鸠鲁的学说,且习惯就此类问题与布鲁图斯争辩,便说道: “布鲁图斯啊,这正是我们的学说:我们并非真正经历或看到一切,感觉乃是流动且易于惑人之物,而心灵则更为敏捷,能自虚无之中将自身运动并变易为各种形态。
κηρῷ μὲν γὰρ ἔοικεν ἡ τύπωσις, ψυχῇ δʼ ἀνθρώπου, τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό, ῥᾷστα ποικίλλειν αὑτὴν καὶ σχηματίζειν διʼ ἑαυτῆς ὑπάρχει.1
盖印痕宛如蜡块;而在人的灵魂中,被塑造者与塑造者乃是同一物,因而它最易于借着自身将自身多样化并赋予形构。
δηλοῦσι δὲ αἱ κατὰ τοὺς ὕπνους τροπαὶ τῶν ὀνείρων, ἃς τρέπεται τὸ φανταστικόν ἐξ ἀρχῆς βραχείας παντοδαπὰ καὶ πάθη καὶ εἴδωλα γινόμενον. κινεῖσθαι δʼ ἀεὶ πέφυκε· κίνησις δʼ αὐτῷ φαντασία τις ἢ νόησις. σοὶ δὲ καὶ τὸ σῶμα ταλαιπωρούμενον φύσει τὴν διάνοιαν αἰωρεῖ καὶ παρατρέπει.
睡眠中梦境的变幻显明了这一点,即想象机能在微小的发端下,演变为各种各样的情动与虚像而进行的变幻。它生来就永远在运动;对其而言,运动便是某种表象或思忖。而就你而言,疲惫的肉体也自然而然地使心灵悬置且迷乱。
δαίμονας δʼ οὔτʼ εἶναι πιθανόν οὔτε ὄντας ἀνθρώπων ἔχειν εἶδος ἢ φωνὴν ἢ δύναμιν εἰς ἡμᾶς διήκουσαν· ὡς ἔγωγʼ ἂν ἐβουλόμην, ἵνα μὴ μόνον ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρροῦμεν,2 ὁσιωτάτων ἔργων καὶ καλλίστων ἡγεμόνες ὄντες. τοιούτοις μὲν ὁ Κάσσιος ἐπράϋνε λόγοις τὸν Βροῦτον.
神灵既不可能存在,即便存在,也不可能具有人类的形貌、声音或作用于我们的力量。我本倒希望如此,以便我们作为至圣至善之事业的领袖,不仅能依仗如此众多的甲兵、骏马与战船,亦能依仗诸神的襄助而信心百倍。” 卡西乌斯便用这番话安抚了布鲁图斯。
ἐμβαινόντων δὲ τῶν στρατιωτῶν ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο συγκατασκήψαντες ὁμοῦ συνδιεκομίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φιλίππων, ἐκεῖ δʼ ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντο ἀποπτάμενοι.
当将士们登船之时,有两只鹰一同俯冲停歇在领头的军旗上,随军同渡,一路受士兵喂养并随行直至腓立比;但在那里,就在交战的前一天,它们展翅飞去了。
- 37.3ψυχῇ δʼ ἀνθρώπου, τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό, ῥᾷστα ποικίλλειν αὑτὴν καὶ σχηματίζειν διʼ ἑαυτῆς ὑπάρχει.
ψυχῇ 是与无人称动词 ὑπάρχει(属于/有能力)相配合的与格。分词短语 τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό 修饰 ψυχῇ,构成双宾格结构(“具有将受塑造者与塑造者合为同一者这一特质”)。不定式 ποικίλλειν 和 σχηματίζειν 作为语法主语依赖于 ὑπάρχει。
- 37.6ὡς ἔγωγʼ ἂν ἐβουλόμην, ἵνα μὴ μόνον ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρροῦμεν
ὡς ἔγωγʼ ἂν ἐβουλόμην 采用 ἄν 配合未完成过去时直陈式,表达不可实现的与事实相反的愿望(“我倒真希望如此[但事实并非如此]”)。其后的 ἵνα 从句依附于主句的虚拟愿望,因而同样使用未完成过去时直陈式(ἐπεθαρροῦμεν),表示未曾实现的假设目的(“以使我们本可由此受到鼓舞……”)。
