- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:36.1-36.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在自亚细亚渡海的前夕,深夜独自深思的布鲁图斯面前显现出一个恶灵,并预告将在腓立比与他再次相见。
ἐπεὶ δὲ διαβαίνειν ἐξ Ἀσίας ἔμελλον, λέγεται τῷ Βρούτῳ μέγα σημεῖον γενέσθαι.
当他们正要从亚细亚渡海之时,据说布鲁图斯遇到了重大的征兆。
φύσει μέν γάρ ἦν ἐπεγρήγορος ὁ ἀνήρ καὶ τόν ὕπνον εἰς ὀλίγου χρόνου μόριον ἀσκήσει καὶ σωφροσύνῃ συνῆγεν, ἡμέρας μέν οὐδέποτε κοιμώμενος, νύκτωρ δὲ τοσοῦτον ὅσον οὔτε τι πράττειν οὔτε τῳ διαλέγεσθαι, πάντων ἀναπαυομένων, παρεῖχε.1
盖因此人生来警醒,又以自制与克制将睡眠缩减至极短的时间,白昼绝不入眠,夜间也仅在众人皆歇息、既无法行事又无从与人交谈的时间里入眠。
τότε δὲ τοῦ πολέμου συνεστῶτος ἐν χερσὶν ἔχων τὰς ὑπὲρ τῶν ὅλων πράξεις, καὶ τεταμένος τῇ φροντίδι πρὸς τὸ μέλλον, ὁπηνίκα πρῶτον ἀφʼ ἑσπέρας ἐπινυστάξειε τοῖς σιτίοις,2 ἤδη τὸ λοιπὸν ἐχρῆτο τῇ νυκτὶ πρὸς τὰ κατεπείγοντα τῶν πραγμάτων.
彼时战事已起,他亲手掌管关乎全局的事务,思虑紧绷以防未来,故每当傍晚进食后稍打瞌睡,夜里的其余时间便立即用来处理急务。
εἰ δὲ συνέλοι καὶ κατοικονομήσειε τὴν περὶ ταῦτα χρείαν, ἀνεγίνωσκε βιβλίον μέχρι τρίτης φυλακῆς, καθʼ ἣν εἰώθεσαν ἑκατόνταρχοι καὶ χιλίαρχοι φοιτᾶν πρὸς αὐτόν.
若他已迅速规整并处置妥当此等事务,便阅读书卷直至第三更,此时百夫长与军团将校惯常会前来谒见。
ὡς οὖν ἔμελλεν ἐξ Ἀσίας διαβιβάζειν τὸ στράτευμα, νὺξ μὲν ἦν βαθυτάτη, φῶς δʼ εἶχεν οὐ πάνυ λαμπρὸν ἡ σκηνή, πᾶν δὲ τὸ στρατόπεδον σιωπῇ κατεῖχεν.
因此,当他正要率军从亚细亚渡海之时,已至深夜,营帐内的灯光并不甚明亮,全营地皆笼罩在沉寂之中。
ὁ δὲ συλλογιζόμενός τι καὶ σκοπῶν πρὸς ἑαυτόν ἔδοξεν αἰσθέσθαι τινὸς εἰσιόντος, ἀποβλέψας δὲ πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος καὶ φοβεροῦ, σιωπῇ παρεστῶτος αὐτῷ.3
正当他在心中推敲盘算某事时,似觉有人步入,举目望向入口,便看见一个体魄异样而可怖的身影,现出可怖而离奇的相貌,正无言地伫立在他身旁。
τολμήσας δὲ ἐρέσθαι, τίς ποτʼ ὢν, εἶπεν, ἀνθρώπων ἢ θεῶν, ἢ τί βουλόμενος ἥκεις ὡς ἡμᾶς; ὑποφθέγγεται δʼ αὐτῷ τὸ φάσμα· ὁ σὸς, ὦ Βροῦτε, δαίμων κακός· ὄψει δέ με περὶ Φιλίππους. καὶ ὁ Βροῦτος οὐ διαταραχθεὶς, ὄψομαι, εἶπεν.
他鼓起勇气发问道: “在凡人或诸神之中,你究竟是何人,怀有何意而来见我们?” 那幽灵低语回应道: “布鲁图斯,我是你的恶灵。你将在腓立比一带见到我。” 而布鲁图斯并未惊慌,说道: “我自会见你。”
- 36.2νύκτωρ δὲ τοσοῦτον ὅσον οὔτε τι πράττειν οὔτε τῳ διαλέγεσθαι, πάντων ἀναπαυομένων, παρεῖχε
在 τοσοῦτον ὅσον 的相关结构中,动词 παρεῖχε 意为“提供/允许”,作非人称用法或以情境(如 ὁ καιρός)为主语。整句表示对睡眠的限制:他仅在众人都已歇息、因而既无法行事又无人可交谈的时限内小睡。
- 36.3ὁπηνίκα πρῶτον ἀφʼ ἑσπέρας ἐπινυστάξειε τοῖς σιτίοις
此处的希求法 ἐπινυστάξειε 为表示过去重复动作的反复希求法(iterative optative),与主句未完成过去时 ἐχρῆτο 呼应,表明其既定习惯:“每当傍晚餐后稍稍打盹……”。与格 τοῖς σιτίοις 表示时间或由进食引起的伴随情况。
- 36.6ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος καὶ φοβεροῦ, σιωπῇ παρεστῶτος αὐτῷ
主要动词 ὁρᾷ 的直接宾语为宾格 ὄψιν,其后接实质或性质属格短语 ἐκφύλου σώματος καὶ φοβεροῦ。分词 παρεστῶτος 在性、数、格上一致修饰属格名词 σώματος,而非首要宾格名词 ὄψιν。
