← 普鲁塔克

布鲁图斯传

§34.1-34.8

萨第斯布鲁图斯与卡西乌斯的争吵与和解

布鲁图斯与卡西乌斯在萨第斯会师后闭门激烈争吵,但法沃尼乌斯强行闯入并吟诵荷马诗句,促成两人和解,随后众人共进了一场充满哲思与欢笑的晚宴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

Κάσσιον δὲ Βροῦτος εἰς Σάρδεις ἐκάλει, καὶ προσιόντι μετὰ τῶν φίλων ἀπήντησε· καὶ πᾶς ὁ στρατὸς ὡπλισμένος αὐτοκράτορας ἀμφοτέρους προσηγόρευσεν.

布鲁图斯召唤卡西乌斯至萨第斯,并在对方接近时偕同友人出迎;全军将士亦披甲向二人齐呼大元帅。

§34.2

οἷα δʼ ἐν πράγμασι μεγάλοις καὶ φίλοις πολλοῖς καὶ ἡγεμόσιν αἰτιῶν αὐτοῖς πρὸς ἀλλήλους ἐγγενομένων καὶ διαβολῶν,1 πρὶν ἕτερόν τι ποιεῖν, εὐθὺς ἐκ πορείας καθʼ αὐτούς ἐν οἰκήματι γενόμενοι κεκλεισμένων τῶν θυρῶν καὶ μηδενὸς παρόντος, ἐχρῶντο μέμψεσι πρῶτον, εἶτʼ ἐλέγχοις καὶ κατηγορίαις.

然而,如在大业之中、在众多友人与将领之间常有的情况那样,他们彼此之间生出了指责与诽谤;于是在做任何别的事情之前,刚一抵达,二人便独自退入一室,关紧门户,不容外人在场,先是互相埋怨,继而互相驳难与指控。

§34.3

ἐκ δὲ τούτου πρὸς δάκρυα καὶ παρρησίαν μετὰ πάθους ἐκφερομένων, θαυμάζοντες οἱ φίλοι τὴν τραχύτητα τῆς ὀργῆς καὶ τὸν τόνον, ἔδεισαν μή τι ἐκ τούτου γένηται· προσελθεῖν δὲ ἀπείρητο.

由此,二人任由情绪激荡,陷入了痛哭与热烈的直言;外面的友人们为二人怒火的粗暴与激烈深感骇异,唯恐由此生出不测之祸,但他们已被明令禁止走近。

§34.4

Μᾶρκος δὲ Φαώνιος, ἐραστὴς γεγονὼς Κάτωνος, οὐ λόγῳ μᾶλλον ἢ φορᾷ τινι καὶ πάθει μανικῷ φιλοσοφῶν, ἐβάδιζεν εἴσω πρὸς αὐτούς κωλυόμενος ὑπὸ τῶν οἰκετῶν.

然而,马尔库斯·法沃尼乌斯——此人是小加图的忠实效仿者,与其说是出于理智,不如说凭着某种癫狂的冲动与激情来实践哲学——不顾仆从的拦阻,径直向二人房中走去。

§34.5

ἀλλʼ ἔργον ἦν ἐπιλαβέσθαι2 Φαωνίου πρὸς ὁτιοῦν ὀρούσαντος· σφοδρὸς γὰρ ἦν ἐν πᾶσι καὶ πρόχειρος, ἐπεὶ τό γε βουλευτὴν εἶναι Ῥωμαίων ἑαυτὸν οὐδενὸς ἄξιον ἡγεῖτο, τῷ δὲ κυνικῷ τῆς παρρησίας πολλάκις ἀφῄρει τὴν χαλεπότητα, καὶ τὸ ἄκαιρον αὐτοῦ μετὰ παιδιᾶς δεχομένων.3

但要拦住一旦朝某事冲过去的法沃尼乌斯谈何容易;因为他在一切事上都刚烈轻狂,既然自视身为罗马元老毫无分量,他却往往因其犬儒派风格的直言无讳而消解了冒犯之意,旁人也总以玩笑包容他的不合时宜。

§34.6

βίᾳ δὴ τότε τῶν παρόντων διωσάμενος τὰς θύρας εἰσῆλθε, μετὰ πλάσματος φωνῆς ἔπη περαίνων οἷς τὸν Νέστορα χρώμενον Ὅμηρος πεποίηκεν "ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο," καὶ τὰ ἑξῆς.

于是,他强行推开在场众人,闯入房门,矫揉造作地变调吟诵荷马借涅斯托耳之口所道出的诗句: “然而听我规劝吧;你们二人皆比我年轻,”以及随后的诗行。

§34.7

ἐφʼ οἷς ὁ μὲν Κάσσιος ἐγέλασεν, ὁ δὲ Βροῦτος ἐξέβαλεν αὐτόν ἁπλόκυνα καὶ ψευδόκυνα4 προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας εὐθὺς διελύθησαν.

听到这些,卡西乌斯笑了起来,而布鲁图斯则斥骂他为“庸狗”与“假犬儒”,并将他轰了出去。尽管如此,他们以此为二人争执的终结,随即言归于好。

§34.8

καὶ Κασσίου δεῖπνον παρέχοντος ἐκάλει τοὺς φίλους Βροῦτος, ἤδη δὲ κατακειμένων Φαώνιος ἧκε λελουμένος· μαρτυρομένου δὲ Βρούτου μὴ κεκλημένον αὐτόν ἥκειν καὶ κελεύοντος ἀπάγειν ἐπὶ τὴν ἀνωτάτω κλίνην, βίᾳ παρελθὼν εἰς τὴν μέσην κατεκλίθη· καὶ παιδιὰν ὁ πότος ἔσχεν οὐκ ἄχαριν οὐδʼ ἀφιλόσοφον.

卡西乌斯备办晚宴,布鲁图斯邀请友人;众人业已就座之时,法沃尼乌斯沐浴完毕赶来。布鲁图斯明言他是未受邀请而不请自来,并命人引他去最上方的卧榻,他却强行穿过众人,躺在了中央的卧榻上;这场宴饮便充满了兼具风趣与哲学意味的欢笑。

语法注4 条
  1. 34.2οἷα δʼ ἐν πράγμασι μεγάλοις καὶ φίλοις πολλοῖς καὶ ἡγεμόσιν αἰτιῶν αὐτοῖς πρὸς ἀλλήλους ἐγγενομένων καὶ διαβολῶν

    中性复数 οἷα 用作副词(类似于 ἅτε 或 οἷα δή),引出一种符合常情的情境,修饰后文的独立属格结构 αἰτιῶν ... ἐγγενομένων(“正如在……中自然而然产生指责与诽谤那样”)。介词短语 ἐν πράγμασι... 则交代其背景环境。

  2. 34.5ἀλλʼ ἔργον ἦν ἐπιλαβέσθαι

    名词 ἔργον 作表语,不定式 ἐπιλαβέσθαι 作主语。这是固定惯用句型,相当于 χαλεπὸν ἦν,意为“要拉住……绝非易事/乃是一件难事”。

  3. 34.5καὶ τὸ ἄκαιρον αὐτοῦ μετὰ παιδιᾶς δεχομένων

    独立属格结构,其隐含的逻辑主语为上下文中的泛指群体(周围的人或宾客)。它作为背景状语说明前文:“因为人们总是以玩笑的心态包容他不合时宜的举止”。

  4. 34.7ἁπλόκυνα καὶ ψευδόκυνα

    二词皆为基于 κύων(“狗”,亦指“犬儒派”)构成的戏谑性复合名词:ἁπλοκύων 意为“纯粹的狗/草包狗”,ψευδόκυων 意为“冒牌犬儒”,以此嘲讽法沃尼乌斯附庸风雅的哲学做派。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:34.1-34.8