- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:33.1-33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了令布鲁图斯及最杰出的罗马人最感快慰的一件事迹:曾在年幼的埃及国王座前怂恿杀害庞培的修辞学者西奥多托斯,流亡期间在亚细亚被布鲁图斯擒获并处决。
πολλὰ μὲν οὖν ἄξια μνήμης ἔργα καὶ τιμαῖς ἀπεδείξατο καὶ κολάσεσι τῶν ἀξίων ᾧ δʼ αὐτός τε ἥσθη μάλιστα καὶ Ῥωμαίων οἱ κράτιστοι, τοῦτο διηγήσομαι.1
由此,他在对当赏之人施恩、对当罚之人惩办这两方面,都树立了许多值得纪念的功绩;然而关于他本人以及最优秀的罗马人最为欣喜的一件事,我将在此叙述。
Πομπηΐου Μάγνου προσβαλόντος Αἰγύπτῳ κατὰ Πηλούσιον, ὁπηνίκα τὴν μεγάλην ἀρχὴν ἀποβαλὼν ὑπὸ Καίσαρος ἔφυγεν, οἱ τοῦ βασιλέως ἔτι παιδὸς ὄντος ἐπιτροπεύοντες ἐν βουλῇ μετὰ τῶν φίλων ἦσαν, οὐ κατὰ ταὐτὰ ταῖς γνώμαις φερόμενοι. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι, τοῖς δʼ ἀπωθεῖν Αἰγύπτου τὸν ἄνδρα.
当大庞培失去庞大的统治权而避开恺撒逃亡、来到埃及的佩鲁西昂近海时,彼时尚为孩童的国王的监护人们正与臣属在内廷议事,意见并不一致。因为一些人主张接纳,另一些人则主张将此人从埃及驱逐出去。
Θεόδοτος δέ τις Χῖος, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλος τῷ βασιλεῖ συνών, ἠξιωμένος δὲ τότε τοῦ συνεδρίου διʼ ἐρημίαν ἀνδρῶν βελτιόνων, ἀμφοτέρους διαμαρτάνοντας ἀπέφαινε, καὶ τοὺς ἀναλαβεῖν καὶ τοὺς ἀφεῖναι κελεύοντας τὸν Πομπήϊον· ἓν γὰρ εἶναι συμφέρον ἐκ τῶν παρόντων, δεξαμένους ἀποκτεῖναι.
然而,有个名叫西奥多托斯的希俄斯人,是受薪陪伴国王教授修辞的导师,当时因缺乏更优秀的人才而被拔擢入议事会,他指出双方都大错特错——无论是主张接纳庞培的人,还是主张放走庞培的人;因为鉴于目前的局势,唯一有利的做法就是接纳之后将其处死。
καὶ προσεπεῖπε τοῦ λόγου παυόμενος, ὅτι νεκρὸς οὐ δάκνει. προσθεμένου δὲ τῇ γνώμῃ τοῦ συνεδρίου παράδειγμα τῶν ἀπίστων καὶ ἀπροσδοκήτων ἔκειτο Πομπήϊος Μᾶγνος, τῆς Θεοδότου ῥητορείας καὶ δεινότητος ἔργον, ὡς αὐτὸς ὁ σοφιστὴς ἔλεγε μεγαλαυχούμενος.
在结束发言时,他又补充道:“死人不会咬人。”当议事会赞同了这一见解后,大庞培便横尸于地,成为难以置信且意料之外之事的典型——诚如这位智者自己吹嘘的那样,这是西奥多托斯的修辞与机巧的杰作。
ὀλίγῳ δʼ ὕστερον ἐπελθόντος Καίσαρος, οἱ μὲν δίκας τιννύοντες ἀπώλλυντο κακοὶ κακῶς, Θεόδοτος δὲ παρὰ τῆς τύχης χρόνον εἰς ἄδοξον καὶ ἄπορον καὶ πλάνητα βίον ἐπιδανεισάμενος2 τότε Βροῦτον ἐπιόντα τὴν Ἀσίαν οὐκ ἔλαθεν, ἀλλʼ ἀναχθεὶς καὶ κολασθεὶς ὄνομα τοῦ θανάτου πλέον ἔσχεν ἢ τοῦ βίου.3
不久之后恺撒到来,恶人们恶有恶报,纷纷丧命;西奥多托斯虽向命运借得一段时间,过着卑微、窘困且流离失所的生活,却终究未能避过当时进军亚细亚的布鲁图斯的耳目,结果被押解受罚,由死而得的名声甚至胜过了生前。
- 33.1ᾧ δʼ αὐτός τε ἥσθη μάλιστα καὶ Ῥωμαίων οἱ κράτιστοι, τοῦτο διηγήσομαι
这是一种先行词后置的关系从句前置结构,关系从句 ᾧ ... ἥσθη 置于其先行词(主句的指示代词) τοῦτο 之前。关系代词 ᾧ 受动词 ἥδομαι 支配,作表示心理感受原因的与格。
- 33.6παρὰ τῆς τύχης χρόνον εἰς ἄδοξον καὶ ἄπορον καὶ πλάνητα βίον ἐπιδανεισάμενος
中间态分词 ἐπιδανεισάμενος(本义为“追加借贷”,此处借喻向命运多借得一段寿命或时间)支配宾格 χρόνον,介词短语 εἰς ... βίον 表示借得这一时间的用途或所度过的生活方式。
- 33.6ὄνομα τοῦ θανάτου πλέον ἔσχεν ἢ τοῦ βίου
比较级 πλέον 作为 ἔσχεν 的宾语与 ὄνομα(名声、恶名)连用构成“更大的名声”。两个属格 τοῦ θανάτου 与 τοῦ βίου 在由 ἤ 引导的比较结构中相对举,表示名声的来源或起因(源于死而非源于生)。
