- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:2.1-2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了布鲁图斯以加图为楷模、崇奉旧学园派哲学、与恩皮鲁斯交游,并列举了他具有拉科尼亚式简练风格的希腊语书信实例。
Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων ὁ φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον.1
布鲁图斯的母亲塞耳维利娅的兄弟是哲学家加图;在罗马人中,布鲁图斯最效仿此人,他既是自己的舅父,后来又成了岳父。
τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐδὲ ἀλλότριος,2 διαφερόντως δʼ ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος.
至于希腊哲学家,简而言之,他并非对任何人不闻不问或生疏冷漠,但格外钟情于柏拉图的门徒。
καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλοσόφων λειπόμενον, εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον.
他对所谓的新学园和中学园派全不接纳,而是依附于旧学园派;他始终钦佩阿斯卡隆的安条克,并将安条克的兄弟阿里斯托视为朋友和同居密友——阿里斯托在论辩造诣上虽逊于许多哲学家,但在品行整饬与温和宽厚上却足以与最优秀者比肩。
ὁ δʼἜμπυλος οὗ καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς καὶ οἱ φίλοι μέμνηνται πολλάκις ὡς συμβιοῦντος αὐτῷ, ῥήτωρ ἦν καὶ καταλέλοιπε μικρὸν μὲν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆς Καίσαρος ἀναιρέσεως, ὃ Βροῦτος ἐπιγέγραπται.
恩皮鲁斯乃是一位修辞家,布鲁图斯本人和友人们在书信中常提及此人与他共同生活,他留下了一部关于刺杀恺撒的短小却并不平庸的著作,题为《布鲁图斯》。
Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸς τὰς διεξόδους καὶ τοὺς ἀγῶνας ἱκανῶς ὁ Βροῦτος, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖς ἐπιστολαῖς ἐνιαχοῦ παράσημός ἐστιν.
在拉丁语方面,布鲁图斯为长篇演说和法庭辩论接受了充分的训练;但在希腊语中,他刻意追求警句式和拉科尼亚式的简练,在书信的某些地方尤为引人瞩目。
οἷον ἤδη καθεστηκὼς εἰς τὸν πόλεμον γράφει Περγαμηνοῖς· ἀκούω ὑμᾶς Δολοβέλλᾳ δεδωκέναι χρήματα· ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.
例如,当他已经投身于战事中时,曾致信佩加蒙人: “我听闻你们向多拉贝拉提供了金钱;如果你们是自愿给的,便是承认自己行事不义;如果是被迫给的,就请通过自愿向我提供金钱来证明这一点。”
πάλιν Σαμίοις· αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί τούτων τέλος ἐννοεῖσθε;
又致信萨摩斯人: “你们的决议敷衍塞责,你们的协助迟缓拖沓。你们以为这些事的结局会是怎样?”
καὶ ἑτέραν Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον ἀπονοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθʼ ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι.3 τὸ μὲν οὖν τῶν παρασήμων γένος ἐπιστολίων τοιοῦτόν ἐστιν.
又在另一封信中写道: “克桑托斯人藐视我的恩德,已使其祖国沦为癫狂的坟墓;而帕塔拉人因信任我,在处置各项自由事务上无所欠缺。因此,你们同样可以选择帕塔拉人的明智,抑或克桑托斯人的命运。” 这类引人瞩目的简短书信大致便是如此。
- 2.1ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον
分词 ὄντα 与 γενόμενον 与关系代词 ὃν 一致,作补足性谓语分词,说明布鲁图斯效仿加图的亲属关系与背景原因(“作为其舅父、且后来成为其岳父的他”)。
- 2.2τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐδὲ ἀλλότριος
属格短语 τῶν Ἑλληνικῶν φιλοσόφων οὐδενός 同时受两个形容词 ἀνήκοος(未曾听闻的、不留心的)与 ἀλλότριος(疏远的、不相干的)支配,作宾格性属格/分离属格。
- 2.8ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι
非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成宾格绝对结构(accusative absolute)。此处虽无限定动词,但作为独立句使用,引出一个既成的前提与选择(“因此,你们同样可以选择……”)。
