← 普鲁塔克

布鲁图斯传

§1.1-1.8

布鲁图斯的品性与家系之争

本节叙述了布鲁图斯的家世与品性,将其受哲学调和的温和品格与先祖尤尼乌斯·布鲁图斯作对比,提及母系先祖阿哈拉,并记录了政敌对其父系平民出身的质疑以及哲学家波塞多尼乌斯的辩驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Μάρκου δὲ Βρούτου πρόγονος ἦν Ἰούνιος Βροῦτος, ὃν ἀνέστησαν ἐν Καπιτωλίῳ χαλκοῦν οἱ πάλαι Ῥωμαῖοι μέσον τῶν βασιλέων, ἐσπασμένον ξίφος,1 ὡς βεβαιότατα καταλύσαντα2 Ταρκυνίους.

马尔库斯·布鲁图斯的祖先是尤尼乌斯·布鲁图斯,古代罗马人曾将他的青铜像立于卡皮托尔山上诸王之中,手拔利剑,以表彰他最坚决地推翻了塔克文家族。

§1.2

ἀλλʼ ἐκεῖνος μέν, ὥσπερ τὰ ψυχρήλατα τῶν ξιφῶν, σκληρὸν ἐκ φύσεως καὶ οὐ μαλακὸν ἔχων ὑπὸ λόγου τὸ ἦθος ἄχρι παιδοφονίας ἐξώκειλε τῷ θυμῷ τῷ κατὰ τῶν τυράννων, οὑτοσὶ δʼ, ὑπὲρ οὗ γράφεται ταῦτα, παιδείᾳ καὶ λόγῳ διὰ φιλοσοφίας καταμίξας τὸ ἦθος, καὶ τὴν φύσιν ἐμβριθῆ καὶ πρᾳεῖαν οὖσαν ἐπεγείρας ταῖς πρακτικαῖς ὁρμαῖς, ἐμμελέστατα δοκεῖ κραθῆναι πρὸς τὸ καλόν, ὥστε καὶ τοὺς ἀπεχθανομένους αὐτῷ διὰ τὴν ἐπὶ Καίσαρα συνωμοσίαν, εἰ μέν τι γενναῖον ἡ πρᾶξις ἤνεγκε, Βρούτῳ προσάπτειν, τὰ δυσχερέστερα δὲ τῶν γεγονότων τρέπειν εἰς Κάσσιον, οἰκεῖον μέν ὄντα Βρούτου καὶ φίλον, ἁπλοῦν δὲ τῷ τρόπῳ καὶ καθαρὸν οὐχ ὁμοίως.

然而那个人就像冷锻之剑一般,生性坚硬而未受理性软化,由于对僭主的愤恨竟失足至于手刃亲子;而关于其人生平写就本篇的这位布鲁图斯,则通过哲学,以教养和说理调和了自己的性情,并以行动的冲劲激发了原本庄重温和的天性,看来与崇高之美调和得极为和谐,以至于连那些因反对恺撒的阴谋而仇视他的人,只要行动带来了什么高尚的结果,就归功于布鲁图斯,而把所发生之事中较为令人不悦的部分归咎于卡西乌斯——卡西乌斯虽是布鲁图斯的亲戚和朋友,但在为人纯朴与纯洁上却与他不同。

§1.5

Σερβιλία δὲ ἡ μήτηρ ἀνέφερε τὸ γένος εἰς Ἀάλαν Σερβίλιον, ὃς Μαιλίου Σπορίου τυραννίδα κατασκευαζομένου καὶ ταράττοντος τὸν δῆμον ἐγχειρίδιον λαβὼν ὑπὸ μάλης προῆλθεν εἰς ἀγοράν καὶ παραστὰς τῷ ἀνδρὶ πλησίον, ὡς ἐντυγχάνειν τι μέλλων καὶ διαλέγεσθαι, προσνεύσαντα3 πατὰξας ἀπέκτεινε.

他的母亲塞耳维利娅则将世系上溯至塞耳维利乌斯·阿哈拉:当斯普里乌斯·梅利乌斯企图建立僭主政权并煽动民众时,阿哈拉把匕首藏在腋下走到广场,装作有什么事要上前会面交谈的样子站在那人身边,趁对方俯身倾听时刺杀了他。

§1.6

τοῦτο μέν οὖν ὁμολογούμενόν ἐστι· τὸ δὲ πατρῷον γένος οἱ διὰ τὸν Καίσαρος φόνον ἔχθραν τινὰ καὶ δυσμένειαν ἀποδεικνύμενοι πρὸς Βροῦτον οὔ φασιν εἰς τὸν ἐκβαλόντα Ταρκυνίους ἀνήκειν4 οὐδὲν γὰρ ἐκείνῳ λειφθῆναι γένος ἀνελόντι τοὺς υἱούς, ἀλλὰ δημότην τοῦτον, οἰκονόμου υἱὸν ὄντα Βρούτου, ἄρτι καὶ πρῴην εἰς ἄρχοντα προελθεῖν.

这一点是公认的;至于父系的家世,那些因恺撒之死而对布鲁图斯怀有敌意和恶感的人,则声称其世系并非上溯至推翻塔克文家族的那个人;因为在处死儿子之后,那人根本没有留下后代,而这位布鲁图斯本是平民,是一名管家布鲁图斯的儿子,直到最近才晋升为长官。

§1.7

Ποσειδώνιος δʼ ὁ φιλόσοφος τοὺς μέν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας ὡς ἱστόρηται, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφʼ οὗ τὸ γένος ὡρμῆσθαι· καὶ τῶν γε καθʼ αὑτὸν ἐκ τῆς οἰκίας γεγονότων ἐπιφανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας, περὶ μέν οὖν τούτων τοσαῦτα.

然而哲学家波塞多尼乌斯说,布鲁图斯成年的儿子确实如史书所载死去,但留下了一个年幼的第三子,家族便由此流传下来;而在他那个时代出身于该家族的显要人物中,有些人确实在容貌上与布鲁图斯的雕像有相似之处。关于这些事情,就谈到这里吧。

语法注4 条
  1. 1.1ἐσπασμένον ξίφος

    完成时中动分词 ἐσπασμένον 带直接宾格宾语 ξίφος,表示“拔出利剑的姿态”。在性、数、格上(阳性单数宾格)与前面修饰关系代词 ὅν 的 χαλκοῦν 保持一致。

  2. 1.1ὡς βεβαιότατα καταλύσαντα

    连词 ὡς 与宾格不定过去时分词 καταλύσαντα 连用,表示罗马人立像时所认定的主观理由或评价(“作为最坚决推翻……之人”)。

  3. 1.5προσνεύσαντα

    不定过去时主动分词(阳性单数宾格),作 πατάξας 和 ἀπέκτεινε 的直接宾语,指代斯普里乌斯·梅利乌斯。尽管前文使用与格 τῷ ἀνδρί,此处转用宾格指被刺杀者在俯身倾听时的动作。

  4. 1.6οὔ φασιν εἰς τὸν ἐκβαλόντα Ταρκυνίους ἀνήκειν

    由 οὔ φασιν(“他们声称不……”)引导的间接引语。否定词 οὐ 在句法上修饰 φασί,而在语意上否定不定式 ἀνήκειν。后续句子通过阐述理由(众子皆被处死)并用 ἀλλά 引出相反的主张(“而声称此人实为平民……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:1.1-1.8