- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:30.1-30.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼修斯借和谈为幌子诱捕使者,并派遣雇佣军猝然突袭包围壁。在极度混乱中,狄翁身先士卒奋勇冲杀并负伤倒地,但他随后调遣驻军反击,成功将敌军击退回卫城。
Διονύσιος δὲ πρῶτον ἰδίᾳ πρὸς Δίωνα πρέσβεις ἔπεμπεν ἀποπειρώμενος· ἔπειτα κελεύσαντος ἐκείνου διαλέγεσθαι κοινῇ Συρακουσίοις ὡς ἐλευθέροις οὖσιν, ἐγένοντο λόγοι διὰ τῶν πρέσβεων παρὰ τοῦ τυράννου φιλάνθρωποι, φόρων ὑπισχνουμένου μετριότητα καὶ ῥᾳστώνην στρατειῶν, ὧν ἂν αὐτοὶ σύμψηφοι γένωνται.1
狄奥尼修斯起初私下派使者前往狄翁处进行试探;但狄翁要求他公开与叙拉古人谈判,因为他们已是自由人,于是僭主通过使者提出了宽大的条件,许诺减轻赋税,并减轻经他们自己投票赞成的军事远征的负担。
ταῦτα ἐχλεύαζον οἱ Συρακούσιοι. Δίων δʼ ἀπεκρίνατο τοῖς πρέσβεσι μὴ διαλέγεσθαι πρὸς αὐτοὺς Διονύσιον, εἰ μὴ τὴν ἀρχὴν ἀφίησιν ἀφέντι δὲ συμπράξειν ἄδειαν αὐτός,2 κἂν ἄλλο τι τῶν μετρίων δύνηται, μεμνημένος τῆς οἰκειότητος.
叙拉古人对此嗤之以鼻。狄翁则答复使者说,狄奥尼修斯除非放弃权力,否则休想同他们谈判;若他肯放弃,狄翁念及同宗亲属的情分,自己将协助他获得人身豁免,并尽可能为他争取其他合理的待遇。
ταῦτα Διονύσιος ἐπῄνει, καὶ πάλιν ἔπεμπε πρέσβεις κελεύων ἥκειν τινὰς εἰς τὴν ἀκρόπολιν τῶν Συρακουσίων, οἷς τὰ μὲν πείθων, τὰ δὲ πειθόμενος διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων, ἐπέμφθησαν οὖν ἄνδρες πρὸς αὐτὸν οὓς Δίων ἐδοκίμασε. καὶ λόγος πολὺς ἐκ τῆς ἄκρας εἰς τούς Συρακουσίους κατῄει Διονύσιον ἀφήσειν τὴν τυραννίδα καὶ μᾶλλον ἑαυτοῦ ποιήσεσθαι χάριν ἢ Δίωνος.3
狄奥尼修斯称许这一答复,再次派使节前来,要求叙拉古人派遣若干代表进入卫城,他将与他们商讨共同利益,在谈判中既说服对方,也接受对方的说服。于是,狄翁核准的人员被派往他那里。从卫城向叙拉古人流传着一种盛行的传言,说狄奥尼修斯打算放弃僭主之位,而且宁愿将其作为自己的恩典,也不愿归功于狄翁。
ἦν δὲ δόλος ἡ προσποίησις αὕτη τοῦ τυράννου καὶ σκευωρία κατὰ τῶν Συρακουσίων, τούς μὲν γὰρ ἐλθόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως συγκλείσας εἶχε, τούς δὲ μισθοφόρους πρὸς ὄρθρον ἐμπλήσας ἀκράτου δρόμῳ πρὸς τὸ περιτείχισμα τῶν Συρακουσίων ἐφῆκε·
然而,僭主的这一姿态纯系针对叙拉古人的诡计与圈套;因为他将城里派来见他的人全部关押起来,并在黎明前夕让雇佣兵痛饮烈酒,命他们全速奔袭叙拉古人的包围墙。
γενομένης δὲ τῆς προσβολῆς ἀνελπίστου καὶ τῶν βαρβάρων θράσει πολλῷ καὶ θορύβῳ καθαιρούντων τὸ διατείχισμα καὶ τοῖς Συρακουσίοις ἐπιφερομένων, οὐδεὶς ἐτόλμα μένων ἀμύνεσθαι, πλὴν τῶν ξένων τῶν Δίωνος, οἳ πρῶτον αἰσθόμενοι τὸν θόρυβον ἐξεβοήθησαν.
由于这次袭击出其不意,加之蛮族士兵以极大的凶焰与喧嚣拆毁横隔墙并扑向叙拉古人,除了狄翁手下的外籍雇佣兵因最早察觉骚动而冲出救援外,竟无人敢于驻足抵抗。
οὐδʼ οὗτοι δὲ τῆς βοηθείας τὸν τρόπον συνεφρόνουν οὐδʼ εἰσήκουον ὑπὸ κραυγῆς καὶ πλάνης τῶν φευγόντων Συρακουσίων ἀναπεφυρμένων αὐτοῖς καὶ διεκθεόντων, πρίν γε δὴ Δίων, ἐπεὶ λέγοντος οὐδεὶς κατήκουεν, ἔργῳ τὸ πρακτέον ὑφηγήσασθαι βουλόμενος ἐμβάλλει πρῶτος εἰς τούς βαρβάρους, καὶ γίνεται περὶ αὐτὸν ὀξεῖα καὶ δεινὴ μάχη, γινωσκόμενον οὐχ ἧττον ὑπὸ τῶν πολεμίων ἢ τῶν φίλων· ὥρμησαν γὰρ ἅμα πάντες ἐμβοήσαντες.
然而,由于溃逃的叙拉古人同他们混杂在一起穿插乱窜,其喊叫与乱象使得连这些雇佣兵也无法理解援救的步骤,亦听不见指令,直到狄翁眼见任凭自己呼喊也无人能听见,意欲用实际行动昭示应当如何行事,便率先冲向蛮族敌人。围绕着他随即展开了一场激烈而险恶的恶战,因为不仅朋友认得他,敌人也同样认出了他;因为所有人都齐声呐喊,一齐冲了上去。
ὁ δʼ ἦν μὲν ἤδη βαρύτερος διʼ ἡλικίαν ἢ κατὰ τοιούτους ἀγῶνας,4 ἀλκῇ δὲ καὶ θυμῷ τούς προσφερομένους ὑφιστάμενος καὶ ἀνακόπτων τιτρώσκεται λόγχῃ τὴν χεῖρα, πρὸς δὲ τὰ ἄλλα βέλη καὶ τὰς ἐκ χειρὸς πληγὰς μόλις ὁ θώραξ ἤρκεσε διὰ τῆς ἀσπίδος δόρασι πολλοῖς καὶ λόγχαις τυπτόμενος ὧν κατακλασθέντων κατέπεσεν ὁ Δίων.
狄翁因年齿渐长,已难以适应此等剧烈的肉搏格斗,但他仍以勇气和斗志抵御并击退来犯之敌,手部被枪矛刺伤;对于其余投射物与近身打击,他的胸甲勉强抵御住了攻击,胸甲隔着盾牌被许多长矛和标枪击中,随着这些兵刃折断,狄翁跌倒在地。
εἶτα ἀναρπασθεὶς ὑπὸ τῶν στρατιωτῶν ἐκείνοις μὲν ἡγεμόνα Τιμωνίδην ἐπέστησεν, αὐτὸς δὲ τὴν πόλιν ἵππῳ περιελαύνων τούς τε Συρακουσίους ἔπαυε φυγῆς, καὶ τῶν ξένων τούς φυλάττοντας τὴν Ἀχραδινὴν ἀναστήσας ἐπῆγε τοῖς βαρβάροις ἀκμῆτας ἐκπεπονημένοις καὶ προθύμους ἀπαυδῶσιν5 ἤδη πρὸς τὴν πεῖραν.
随后,士兵们将他救起,他任命蒂莫尼德斯接替指挥这些士兵,自己则骑马巡视全城,制止叙拉古人的溃逃,并调动防守阿克拉狄娜的外籍雇佣兵,率领这些精力充沛、斗志昂扬的队伍,扑向那些已经疲惫不堪、对战局心灰意冷的蛮族军队。
ἐλπίσαντες γὰρ ἅμα τῇ πρώτῃ ῥύμῃ τὴν πόλιν ἅπασαν ἐξ ἐπιδρομῆς καθέξειν, εἶτα παρὰ δόξαν ἐντυγχάνοντες ἀνδράσι πλήκταις καὶ μαχίμοις ἀνεστέλλοντο πρὸς τὴν ἀκρόπολιν.
因为敌军原本指望凭初次冲击一鼓作气袭占整座城市,不料却遭遇了勇猛善战的队伍,遂被击退逼向卫城。
ἔτι δὲ μᾶλλον, ὡς ἐνέδωκαν, ἐπικειμένων τῶν Ἑλλήνων τραπόμενοι κατεκλείσθησαν εἰς τὸ τεῖχος, ἑβδομήκοντα μὲν καὶ τέσσαρας ἀποκτείναντες τῶν μετὰ Δίωνος, ἑαυτῶν δὲ πολλοὺς ἀποβαλόντες,
随着敌军退让,希腊人更加猛烈地乘胜追击,敌军溃败被困回城墙之内,他们击杀了狄翁部下七十四人,自身亦伤亡惨重。
- 30.1ὧν ἂν αὐτοὶ σύμψηφοι γένωνται
关系代词 ὧν 指行文前述的名词(主要是 στρατειῶν,“军事远征”),并在关系从句中作形容词 σύμψηφοι 所要求的属格补足语(“对……投票赞成”)。ἄν 搭配虚拟语气 γένωνται 表示将来的条件或泛指(“凡经他们自身投票赞成者”)。
- 30.2ἀφέντι δὲ συμπράξειν ἄδειαν αὐτός
主格代词 αὐτός 作将来时不定式 συμπράξειν 的逻辑主语;当主句动词的主语(Δίων)与不定式的主语一致时,不定式的主语采用主格。而与格分词 ἀφέντι 则指代狄奥尼修斯,表示其退位时的接受者或利益对象(“向退位后的他”)。
- 30.4μᾶλλον ἑαυτοῦ ποιήσεσθαι χάριν ἢ Δίωνος
短语 ἑαυτοῦ ... χάριν 意为“作为他自己的恩典(或出于他自己的善意)”。ποιήσεσθαι χάριν 搭配属格 ἑαυτοῦ 与 Δίωνος,表示这一行动将被视为狄奥尼修斯自发的恩惠与体面,而非出于对狄翁的顺从或顾忌。
- 30.9βαρύτερος διʼ ἡλικίαν ἢ κατὰ τοιούτους ἀγῶνας
比较级 βαρύτερος 搭配 ἢ κατά 引导的宾格短语(τοιούτους ἀγῶνας),是古希腊语中表示“超过某种相称限度”或“对于……而言过于……”的惯用句式,意即“由于年纪关系,要应对此类搏杀身体已显得过于沉重”。
- 30.10ἀκμῆτας ἐκπεπονημένοις καὶ προθύμους ἀπαυδῶσιν
动词 ἐπῆγε(“率领……迎击……”)统领两组精妙的宾格与与格对偶:宾格修饰狄翁带来的援军,与格修饰敌方的蛮族军队。ἀκμῆτας(“未感疲惫的”,宾格)对比 ἐκπεπονημένοις(“精疲力竭的”,与格),προθύμους(“斗志昂扬的”,宾格)对比 ἀπαυδῶσιν(“已告力竭气馁的”,与格)。
