← 普鲁塔克

狄翁传

§29.1-29.8

狄翁当选全权将领与围困卫城

狄翁进驻叙拉古并宣布解放,在阿克拉狄娜穿行时受到热烈欢迎,随后登上日晷发表演说,被推举为全权将领。接着他夺取埃皮波莱,筑墙围困卫城,并将运达的甲胄分发给市民以备战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἐπεὶ δὲ εἰσῆλθεν ὁ Δίων κατὰ τὰς Τεμενίτιδας πύλας, τῇ σάλπιγγι καταπαύσας τὸν θόρυβον, ἐκήρυξεν ὅτι Δίων καὶ Μεγακλῆς ἥκοντες ἐπὶ καταλύσει τῆς τυραννίδος ἐλευθεροῦσι Συρακουσίους καὶ τοὺς ἄλλους Σικελιώτας ἀπὸ τοῦ τυράννου.

当狄翁从特墨尼提得斯门进城时,他用军号止住骚攘,宣告狄翁与梅加克勒斯为推翻僭主政治而来,正从僭主手中解放叙拉古人及其他西西里希腊人。

§29.2

βουλόμενος δὲ καὶ διʼ ἑαυτοῦ προσαγορεῦσαι τοὺς ἀνθρώπους ἀνῄει διὰ τῆς Ἀχραδινῆς, ἑκατέρωθεν παρὰ τὴν ὁδὸν τῶν Συρακουσίων ἱερεῖα καὶ τραπέζας καὶ κρατῆρας ἱστάντων, καὶ καθʼ οὓς γένοιτο1 προχύταις τε βαλλόντων καὶ προστρεπομένων ὥσπερ θεὸν κατευχαῖς.

他又希望亲自向民众讲话,便穿过阿克拉狄娜向上行进;叙拉古人在道路两旁陈设祭牲、案几与调酒缸,在狄翁所到之处,人们向他抛撒大麦粒,并向他祷告,宛如对待神明一般。

§29.3

ἦν δʼ ὑπὸ τὴν ἀκρόπολιν καὶ τὰ Πεντάπυλα, Διονυσίου κατασκευάσαντος, ἡλιοτρόπιον καταφανὲς καὶ ὑψηλόν. ἐπὶ τοῦτο προβὰς ἐδημηγόρησε καὶ παρώρμησε τοὺς πολίτας ἀντέχεσθαι τῆς ἐλευθερίας.

在卫城与五门之下,立着一座显眼而高耸的日晷,乃狄奥尼修斯所建。狄翁登临其上发表演说,激励公民们坚守自由。

§29.4

οἱ δὲ χαίροντες καὶ φιλοφρονούμενοι κατέστησαν ἀμφοτέρους αὐτοκράτορας στρατηγούς, καὶ προσείλοντο, βουλομένων καὶ δεομένων ἐκείνων, αὐτοῖς συνάρχοντας εἴκοσιν, ὧν ἡμίσεις ἦσαν ἐκ τῶν μετὰ Δίωνος ἀπὸ τῆς φυγῆς συγκατερχομένων.

公民们欢欣鼓舞,充满善意,任命他们二人为全权将领;并在他们本人的意愿与请求下,又为他们增选了二十位共治官,其中半数是同狄翁一起自流亡中归来的人。

§29.5

τοῖς δὲ μάντεσιν αὖθις ἐδόκει τὸ μὲν ὑπὸ πόδας λαβεῖν τὸν Δίωνα δημηγοροῦντα τὴν φιλοτιμίαν καὶ τὸ ἀνάθημα τοῦ τυράννου λαμπρὸν εἶναι σημεῖον ὅτι δʼ ἡλιοτρόπιον ἦν ἐφʼ οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν.2

然而,占卜者们虽然认为狄翁演说时将僭主的炫耀之物踩在脚下是一个光辉的吉兆,但由于他立于其上当选将领之物乃是一座“日晷”,他们便战战兢兢,唯恐这些大业会遭遇命运的急剧逆转。

§29.6

ἐκ τούτου τὰς μὲν Ἐπιπολὰς ἑλὼν τοὺς καθειργμένους τῶν πολιτῶν ἔλυσε, τὴν δὲ ἀκρόπολιν ἀπετείχισεν.

此后,狄翁攻取了埃皮波莱,释放了被关押的公民,并将卫城筑墙围困隔绝开来。

§29.7

ἑβδόμῃ δʼ ἡμέρᾳ Διονύσιος κατέπλευσεν εἰς τὴν ἀκρόπολιν, καὶ Δίωνι προσῆγον ἅμαξαι πανοπλίας ἃς Συνάλῳ κατέλιπε.

第七天,狄奥尼修斯乘船抵达卫城,而大车也为狄翁送来了他此前留给西纳卢斯的成套重装铠甲武器。

§29.8

ταύτας διένειμε τοῖς πολίταις, τῶν δʼ ἄλλων ἕκαστος ἑαυτὸν, ὡς δυνατὸν ἦν, ἐκόσμει καὶ παρεῖχεν ὁπλίτην πρόθυμον.3

他将这些分发给公民们,其余的人也都竭尽所能自行装备,展现出热切从军的重装步兵之姿。

语法注3 条
  1. 29.2καθʼ οὓς γένοιτο

    介词 κατά 支配关系代名词 οὕς,后接希求法动词 γένοιτο,构成表示过去重复发生或分配性的关系从句(“每当他走到……的人群/地点之处”)。先行词并非具体指某一人,而是沿途各处的叙拉古民众或地点。

  2. 29.5ὅτι δʼ ἡλιοτρόπιον ἦν ἐφʼ οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν

    由 ὅτι δέ 引导的从句与前文的 τὸ μέν 形成对比,并先于主句动词 ὠρρώδουν 出现。整个 ὅτι 从句(“他立于其上当选将领之物乃是日晷这一事实”)构成了担忧的由头,随后的主句 ὠρρώδουν(未完成过去时,“感到恐惧”)接支配虚拟式 λάβωσιν 的连词 μή(表忧虑从句)。此处利用了 ἡλιοτρόπιον(日晷)与 τροπή(逆转、变迁)同源的词源联想来阐释征兆。

  3. 29.8παρεῖχεν ὁπλίτην πρόθυμον

    动词 παρέχω 的双宾格结构:反身代词 ἑαυτόν 作直接宾语,ὁπλίτην πρόθυμον 作宾语补足语(谓语性宾格),意为“使自己呈现为热切的重装步兵/将自己装备为积极的重装步兵”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:29.1-29.8