← 普鲁塔克

狄翁传

§22.1-22.8

迪翁决意举兵与扎金索斯岛的集结

迪翁在西西里民间反叛情绪与同学的支持下决意举兵,秘密招募雇佣军和学者同伴,并在扎金索斯岛集结精锐部队作为出征据点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

ὁ δὲ Δίων ἐντεῦθεν ἤδη τρέπεται πρὸς πόλεμον, αὐτοῦ μὲν Πλάτωνος ἐκποδὼν ἱσταμένου διʼ αἰδῶ τῆς πρὸς Διονύσιον ξενίας καὶ γῆρας,1 Σπευσίππου δὲ καὶ τῶν ἄλλων ἑταίρων τῷ Δίωνι συλλαμβανόντων καὶ παρακελευομένων ἐλευθεροῦν Σικελίαν χεῖρας ὀρέγουσαν αὐτῷ καὶ προθύμως ὑποδεχομένην.

于是迪翁便转向准备战争;柏拉图本人因顾及与狄奥尼修斯的宾主之义以及年事已高而置身事外,但斯珀西波斯及其他同伴则全力襄助迪翁,激励他去解放那向他伸出双手、殷切期盼其到来的西西里。

§22.2

ὅτε γὰρ ἐν Συρακούσαις Πλάτων διέτριβεν, οἱ περὶ Σπεύσιππον, ὡς ἔοικε, μᾶλλον ἀναμιγνύμενοι τοῖς ἀνθρώποις κατεμάνθανον τὴν διάνοιαν αὐτῶν, καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δʼ ἐπίστευσαν. ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδʼ ὁπλίτας μηδʼ ἵππους, ἀλλʼ αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα2 Σικελιώταις ἐπὶ τὸν Διονύσιον.

原来,当柏拉图住在叙拉古时,斯珀西波斯及其同行者似乎更多地混迹于民众之中,暗中探察他们的心意;起初,他们还担心这种直率的言论是僭主设下的试探,但随着时间推移便深信不疑。因为所有人的言辞完全一致,都恳求并劝促迪翁前来,既无需战船,也无需重装步兵或骑兵,只需他本人登上一艘轻便小船,为了对抗狄奥尼修斯而将自己的身躯与声望借给西西里人。

§22.4

ταῦτα τῶν περὶ Σπεύσιππον ἀγγελλόντων ἐπιρρωσθεὶς ἐξενολόγει κρύφα καὶ διʼ ἑτέρων ἐπικρυπτόμενος τὴν διάνοιαν.

斯珀西波斯等人报告这些情况后,迪翁大受鼓舞,便隐瞒自己的意图,秘密地通过他人招募雇佣军。

§22.5

συνέπραττον δὲ καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων, ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος.

政界人士和哲学家中也有许多人协助其事,其中包括塞浦路斯的尤德莫斯——在其死后亚里士多德为他写了《论灵魂》的对话录——以及琉卡斯的提莫尼得斯。

§22.6

συνέστησαν δὲ καὶ Μιλτᾶν αὐτῷ τὸν Θεσσαλόν, ἄνδρα μάντιν καὶ μετεσχηκότα τῆς ἐν Ἀκαδημείᾳ διατριβῆς.

他们还向迪翁引荐了色萨利人米尔塔斯,此人是一位预言家,且曾参与过学园的修业。

§22.7

τῶν δʼ ὑπὸ τοῦ τυράννου πεφυγαδευμένων, οὐ μεῖον ἢ χιλίων ὄντων, πέντε καὶ εἴκοσι μόνοι τῆς στρατείας ἐκοινώνησαν, οἱ δʼ ἄλλοι προὔδοσαν ἀποδειλιάσαντες.

在被僭主流放的不少于一千人之中,仅有二十五人参加了这次远征,其余的人都因畏惧而背弃了他。

§22.8

ὁρμητήριον δʼ ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν, καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι, καὶ δυνάμενοι πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι3 καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.

他们的基地是扎金索斯岛,士兵们在此集结,人数不足八百,但全都因身经无数大战而声名显赫,体格格外健硕,在经验与勇气上更是远胜众人,并且足以点燃迪翁所指望在西西里获得的广大民众,激励他们共同奋勇作战。

语法注3 条
  1. 22.1διʼ αἰδῶ τῆς πρὸς Διονύσιον ξενίας καὶ γῆρας

    介词 διά 同时支配两个宾格名词 αἰδῶ(第三变格单数宾格)与 γῆρας。修饰 αἰδῶ 的属格短语 τῆς πρὸς Διονύσιον ξενίας 为宾格性属格,意为“对与狄奥尼修斯之间宾主之谊的顾虑”。

  2. 22.3χρῆσαι τὸ σῶμα καὶ τοὔνομα

    不定式 χρῆσαι 与前面的 ἐλθεῖν 并列,均由分词 δεομένων καὶ παρακελευομένων 所统辖的“宾格加不定式”结构引导,其逻辑主语为宾格 Δίωνα。该句表达为一种习语用法,意为“借出自身与声望”,即无需率领大军,仅凭其亲自登场与名望即可统领起事。

  3. 22.8πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι

    名词 πλῆθος 是后续不定式 ὑπεκκαῦσαι 与 συνεξορμῆσαι(由分词 δυνάμενοι 所统辖)的直接宾语。插入的关系从句 ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων 修饰 πλῆθος;通过倒装结构(hyperbaton),作为宾语的先行词被置于从句和不定式之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:22.1-22.8