← 普鲁塔克

狄翁传

§21.1-21.9

阿瑞忒被迫改嫁与泰斯忒的轶事

迪翁得知其妻阿瑞忒被强行改嫁给提摩克拉忒斯,遂彻底与狄奥尼修斯反目;文中随后插叙了老狄奥尼修斯之妹泰斯忒展现气节的反差轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

Δίων δὲ καὶ τούτοις ἐχαλέπαινε, καὶ μετʼ ὀλίγον χρόνον ἐξεπολεμώθη παντάπασι πυθόμενος τὸ περὶ τὴν γυναῖκα, περὶ οὗ καὶ Πλάτων ᾐνίξατο γράφων πρὸς Διονύσιον, ἦν δὲ τοιοῦτον.

迪翁对这些事情本已非常恼火,不久之后,在得知关于其妻子的事情时,更是彻底反目成仇。

§21.2

μετὰ τὴν ἐκβολὴν τοῦ Δίωνος ἀποπέμπων Πλάτωνα Διονύσιος ἐκέλευσεν αὐτοῦ διʼ ἀπορρήτων πυθέσθαι, μή τι κωλύοι1 τὴν γυναῖκα πρὸς γάμον ἑτέρῳ δοθῆναι· καὶ γὰρ ἦν λόγος, εἴτʼ ἀληθὴς εἴτε συντεθεὶς ὑπὸ τῶν Δίωνα μισούντων, ὡς οὐ καθʼ ἡδονὴν ὁ γάμος εἴη Δίωνι γεγονὼς οὐδʼ εὐάρμοστος ἡ πρὸς τὴν γυναῖκα συμβίωσις.

关于此事,柏拉图在致狄奥尼修斯的信中也曾有所暗示;其原委如下: 在迪翁被逐之后,狄奥尼修斯在遣送柏拉图离开时,命他私下向迪翁打探,是否有任何妨碍将其妻子改嫁他人的缘由;因为当时有一传言——无论属实还是出于仇恨迪翁者之捏造——称这桩婚姻对迪翁而言并不合意,他与妻子的共同生活也并不和谐。

§21.4

ὡς οὖν ἧκεν ὁ Πλάτων Ἀθήναζε καὶ τῷ Δίωνι περὶ πάντων ἐνέτυχε, γράφει πρὸς τὸν τύραννον ἐπιστολήν τὰ μὲν ἄλλα σαφῶς πᾶσιν, αὐτὸ δὲ τοῦτο μόνῳ γνώριμον ἐκείνῳ φράζουσαν, ὡς διαλεχθείη Δίωνι περὶ τοῦ πράγματος ἐκείνου καὶ σφόδρα δῆλος εἴη χαλεπαίνων, εἰ τοῦτο Διονύσιος ἐξεργάσαιτο.

因此,当柏拉图抵达雅典并就一切事情与迪翁交谈之后,便写信给这位僭主。信中对其余诸事皆向所有人写得明白,唯独此事仅让他一人明晓;柏拉图表明自己已就那件事与迪翁谈过,而且迪翁极为明确地表示,若狄奥尼修斯实施此事,他将感到无比愤怒。

§21.5

καὶ τότε μὲν ἔτι πολλῶν ἐλπίδων οὐσῶν πρὸς τὰς διαλύσεις οὐδὲν ἔπραξε περὶ τὴν ἀδελφὴν νεώτερον, ἀλλʼ εἴα μένειν αὐτὴν μετὰ τοῦ παιδίου τοῦ Δίωνος οἰκοῦσαν.

在当时,由于对和解尚存诸多希望,狄奥尼修斯对其妹妹并未采取任何激烈的举措,而是听凭她继续与迪翁的孩子住在一起。

§21.6

ἐπεὶ δὲ παντάπασιν ἀσυμβάτως εἶχε καὶ Πλάτων αὖθις ἐλθὼν ἀπεπέμφθη πρὸς ἀπέχθειαν, οὕτω τὴν Ἀρετὴν ἄκουσαν ἑνὶ τῶν φίλων Τιμοκράτει δίδωσιν, οὐ μιμησάμενος τὴν κατά γε τοῦτο τοῦ πατρὸς ἐπιείκειαν.

然而,当彼此彻底无法和解,而再度前来的柏拉图又在敌意中被遣返时,狄奥尼修斯便违背阿瑞忒的意愿,将她许配给其友人之中的提摩克拉忒斯,在这一点上至少没有效仿其父亲的宽宏。

§21.7

ἐγεγόνει γὰρ, ὡς ἔοικε, κἀκείνῳ Πολύξενος ὁ τὴν ἀδελφὴν ἔχων αὐτοῦ Θέστην πολέμιος, ἀποδράντος οὖν αὐτοῦ διὰ φόβον καὶ φυγόντος ἐκ Σικελίας μεταπεμψάμενος ᾐτιᾶτο τὴν ἀδελφήν, ὅτι συνειδυῖα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐ κατεῖπε πρὸς αὐτόν.

因为据说,娶他〔老狄奥尼修斯〕之妹泰斯忒的波吕克塞诺斯也与他成了仇人;当波吕克塞诺斯出于恐惧而出逃并逃离西西里时,老狄奥尼修斯召来妹妹并责备她,因为她明明知晓丈夫的逃亡,却没有向他告发。

§21.8

ἡ δʼ ἀνεκπλήκτως καὶ νὴ Δίʼ ἀφόβως· εἶθʼ οὕτω σοι δοκῶ, Διονύσιε, φαύλη γυνὴ γεγονέναι καὶ ἄνανδρος ὥστε προγνοῦσα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐκ ἂν συνεκπλεῦσαι2 καὶ μετασχεῖν τῆς αὐτῆς τύχης; ἀλλʼ οὐ προέγνων ἐπεὶ καλῶς εἶχέ μοι μᾶλλον3 Πολυξένου γυναῖκα φεύγοντος ἢ σοῦ τυραννοῦντος ἀδελφὴν λέγεσθαι.

然而泰斯忒泰然自若,指着宙斯发誓,毫无畏惧地说道: “狄奥尼修斯,难道在你看来我竟是如此卑劣懦弱的妇人,以至于事先得知丈夫的逃亡,却不会同舟共济去分担相同的命运吗?但我事先并不知道;因为对我而言,被称为流亡者波吕克塞诺斯的妻子,远胜于被称为你这个僭主的妹妹。”

§21.9

ταῦτα τῆς Θέστης παρρησιασαμένης θαυμάσαι λέγουσι τὸν τύραννον.ἐθαύμασαν δὲ καὶ οἱ Συρακούσιοι τὴν ἀρετὴν τῆς γυναικός, ὥστε καὶ μετὰ τὴν κατάλυσιν τῆς τυραννίδος ἐκείνῃ τιμὴν καὶ θεραπείαν βασιλικὴν ὑπάρχειν, ἀποθανούσης δὲ δημοσίᾳ πρὸς τὴν ταφὴν ἐπακολουθῆσαι τοὺς πολίτας. ταῦτα μὲν οὖν οὐκ ἄχρηστον ἔχει τὴν παρέκβασιν.

据说当泰斯忒如此坦率而言时,僭主深感钦佩。叙拉古人也极为赞赏这名女子的美德,以至于在僭主政权被推翻之后,她依然享有王室般的尊荣与礼遇;在她去世时,全体市民亦公开列队为她送葬。因此,这一段离题叙述并非徒劳无益。

语法注3 条
  1. 21.2μή τι κωλύοι

    连词 μή 引导间接疑问从句(“是否有任何阻碍”),由于主句谓语 ἐκέλευσεν 为过去时态,从属动词 κωλύοι 采用了符合历史时态序列的希求语气。

  2. 21.8ὥστε προγνοῦσα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐκ ἂν συνεκπλεῦσαι

    结果连词 ὥστε 后接带有非真实条件含义的 ἄν + 不定词 συνεκπλεῦσαι。它相当于反事实过去直陈式归结句(οὐκ ἂν συνεξέπλευσα,“我便不会与他一同启航”)在修饰 οὕτω... φαύλη 的结果从句中的不定词转化。

  3. 21.8ἐπεὶ καλῶς εἶχέ μοι μᾶλλον

    连词 ἐπεί 在此引出一个含有反事实假设意味的解释(“因为[若事先知晓]对我而言本该更好”)。未完成过去直陈式 εἶχε 与 καλῶς 连用,不带 ἄν 即表达了非人称的“本来理应更好”这一与事实相反的评价。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:21.1-21.9