- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:53.1-53.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯以盛大而富有戏剧色彩的舰队仪仗迎接父亲德米特里乌斯的遗骨,并将其安葬于德米特里阿斯城。随后作者概述了德米特里乌斯的后嗣与王统结局,宣告马其顿篇章的终结并过渡至罗马篇章。
ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος, ὡς ᾔσθετο τὰ λείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖς ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενος εἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον οὖσαν.
然而,关于他葬礼的一切安排也带有一种悲剧与戏剧般的排场。原来,其子安提柯一得知遗骸被运来,便率领全部船舰出海,在群岛一带迎接;接得骨灰瓮后,他将这尊打制金瓮安放在最大的一艘旗舰之上。
αἱ δὲ πόλεις αἷς προσεῖχον, τοῦτο μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δὲ1 ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότε αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱερώτατον· καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις·2 τὸν δὲ πλεῖστον οἶκτον καὶ ὀλοφυρμὸν αὐτὸς ὁ Ἀντίγονος τοῖς ἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενεχθεισῶν δὲ τιμῶν καὶ στεφάνων περὶ Κόρινθον εἰς Δημητριάδα κομίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου, συνοικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴν Ἰωλκὸν πολιχνίων.
船队所靠岸的各城邦,一方面向骨灰瓮奉献花冠,另一方面则派遣身穿丧服的人士一同参与葬仪并随行护送。当舰队驶入科林斯时,只见那尊用王家紫袍和王冠装饰着的瓮在船尾清晰可见,周围侍立着全副武装的青年卫士。当时最著名的双管笛演奏家克塞诺凡托斯坐在近旁,吹奏出最为庄严肃穆的曲调;随着划桨在某种节拍中与乐声配合起落,桨声如同葬礼中捶胸哀号一般,与双管笛乐句的循环起承相互应和。然而,向聚集在海滨的人群激起最大同情与哀恸的,正是安提柯本人,他形容哀伤、泪流满面地显露于众人面前。在科林斯一带接受了诸多殊荣与花冠之后,他将遗骸运往德米特里阿斯安葬——这座以其父之名命名的城邦,是由伊奥尔科斯周围的一批小城镇合并建成的。
ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονον μὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δημητρίους, τὸν μὲν Λεπτόν, ἐξ Ἰλλυρίδος γυναικός, τὸν δὲ ἄρξαντα Κυρήνης ἐκ Πτολεμαΐδος, ἐκ δὲ Δηϊδαμείας Ἀλέξανδρον, ὃς ἐν Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφʼ οὗ Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο. διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος3 ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγεῖν.
德米特里乌斯留下的后嗣包括:由菲拉所生的安提柯与斯特拉托妮克;两个名叫德米特里乌斯的儿子,一人绰号为“纤弱者”,系伊利里亚女子所生,另一人曾统治昔兰尼,系托勒迈斯所生;由黛达弥亚所生的亚历山大,后者在埃及度过了余生。据说欧律狄刻还为他生了一个名叫科拉戈斯的儿子。他的家族世代承袭王位,一直延续到最后的国王珀尔修斯,正是在此人手中罗马人征服了马其顿。如今,既然这出马其顿戏剧已经终场,正是引入罗马戏剧登台的时候了。
- 53.2τοῦτο μὲν... τοῦτο δὲ
指示代词的宾格副词性用法(相关结构),意为“一方面……,另一方面……”,用于并列展示各城邦所采取的两种配合行动(献上花冠与派遣送葬使节)。
- 53.3καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις
介词短语 πρὸς τοῦτο(顺应着此[笛声])修饰独立属格 τῆς εἰρεσίας ἀναφερομένης(划桨起落)。主节动词 ἀπήντα 的主语是 ψόφος,并支配与格 ταῖς ... περιόδοις(管乐的乐句回环/终止),意为划桨的声响与笛乐的节拍停顿相应和;ὥσπερ ἐν κοπετῷ(正如丧礼中捶胸哀痛一样)则对该声响的效果作出了比喻性修饰。
- 53.4διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦ δράματος
使用完成时被动分词的独立属格结构,意为“马其顿的戏剧既然已经终演”。该语与本节开篇的 θεατρικὴν διάθεσιν(戏剧性的排场)相呼应,将德米特里乌斯的生平画上悲剧性的句点,并以此作为向与其配对的罗马篇章(安东尼)过渡的元叙事手法。
