- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:52.1-52.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被囚禁的德米特里乌斯放弃了体育锻炼,沉溺于纵饮和掷骰,并在羁押第三年因病去世,享年五十四岁。塞琉古因过分猜忌而未能宽大对待德米特里乌斯而深感后悔,并招致了世人的非议。
ὁ δὲ Δημήτριος, ὡς ἐν ἀρχῇ τὴν τύχην προσπεσοῦσαν ὑπέμεινε, καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρόντα, πρῶτον μὲν ἁμῶς γέ πως ἐκίνει τὸ σῶμα, θήρας, ἐφʼ ὅσον ἦν, καὶ δρόμων ἁπτόμενος, ἔπειτα κατὰ μικρὸν ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίμπλατο, καὶ φέρων ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε καὶ τοῦ χρόνου τὸν πλεῖστον ἐν τούτοις διῆγεν, εἴτε τοὺς ἐν τῷ νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπʼ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε.1
德米特里乌斯起初承受了降临在他身上的不幸,并逐渐习惯于更从容地忍受眼前的境遇;起初,他无论如何还活动筋骨,在可能范围内从事狩猎和奔跑;随后,他逐渐对这些活动充满了厌倦与迟钝,自暴自弃地沉溺于纵饮和掷骰之中,并将大部分时间消磨在这些事情上,或者是为了逃避清醒时对当下境遇的反思,借沉醉来遮蔽心智;或者是自认为这正是他长久以来所渴望和追求的生活,以往他因愚昧和虚荣而徒劳漂泊,在刀枪、舰队与兵营中寻求至善——而他如今却意想不到地在清闲、空暇与安歇中找到了这至善——却给自己招致许多麻烦,也给他人带来许多麻烦。
τί γὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνων πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλʼ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν;2 ὁ δʼ οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθειργμένος ὑπʼ ἀργίας καὶ πλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς.
对于那些心智败坏而愚昧的卑劣君王来说,战争与危难的终点除了这又能是什么呢?他们不仅追求奢靡与享乐而弃德行与善美于不顾,甚至连怎样真正享受快乐与真正的奢靡都一无所知。无论如何,德米特里乌斯被囚禁在切尔索尼斯第三年,因怠惰、饱食和酗酒而患病去世,享年五十四岁。
καὶ Σέλευκος ἤκουσέ τε κακῶς3 καὶ μετενόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημήτριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτην, ἄνδρα βάρβαρον Θρᾷκα, μιμησάμενος οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιμάχῳ χρησάμενον.
塞琉古则招致了恶名,并且非常后悔当时对德米特里乌斯心存戒备,甚至没能效法色雷斯的野蛮人德罗米开特斯,后者曾如此仁慈并具有王者气度地对待被俘的利西马科斯。
- 52.2τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπʼ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε
由分词 συγγνούς 引导的带宾格不定式短语 τοῦτον εἶναι τὸν βίον,其中嵌套了多重关系从句。第一个关系代词 ὃν 作随后的两个分词 ποθῶν καὶ διώκων 的宾语,从句的限定动词是 ἐπλάζετο 和 παρεῖχεν;附随的分词 ζητῶν 之宾语 τὸ ἀγαθόν 又作为先行词,引出第二个关系从句 ὃ νῦν ... ἀνεύρηκε。
- 52.3οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλʼ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν
由 οὐχ ὅτι μόνον ... ἀλλʼ ὅτι ...(不仅因为……,而且因为……)构成的关联句式。该从句解释了前文分词短语 κακῶς καὶ ἀνοήτως διακειμένοις(处于邪恶且愚昧的状态)的具体内容与依据,指出其心智败坏不仅在于舍弃德行而追求享乐,更在于甚至不懂得何为真正的享乐。
- 52.4ἤκουσέ τε κακῶς
动词 ἀκούω 搭配副词 κακῶς 的习语表达,用作被动意义,表示“遭受恶评”或“名声变坏”。
