- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:47.1-47.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知公敌宣告后,西塞罗与弟昆图斯仓皇出逃却中途分道,导致昆图斯遇害。西塞罗在犹豫不决中辗转逃往卡埃塔庄园,途中遭遇乌鸦的不祥凶兆,仆人们见状急忙护送他重返海滨逃生。
πραττομένων δὲ τούτων ὁ Κικέρων ἦν μὲν ἐν ἀγροῖς ἰδίοις περὶ Τοῦσκλον, ἔχων τὸν ἀδελφὸν μεθʼ αὑτοῦ· πυθόμενοι δὲ τὰς προγραφὰς ἔγνωσαν εἰς Ἄστυρα μεταβῆναι, χωρίον παράλιον τοῦ Κικέρωνος, ἐκεῖθεν δὲ πλεῖν εἰς Μακεδονίαν πρὸς Βροῦτον· ἤδη γὰρ ὑπὲρ αὐτοῦ λόγος ἐφοίτα κρατοῦντος, ἐκομίζοντο δʼ ἐν φορείοις ἀπειρηκότες ὑπὸ λύπης· καὶ κατὰ τὴν ὁδὸν ἐφιστάμενοι καὶ τὰ φορεῖα παραβάλλοντες ἀλλήλοις προσωλοφύροντο.
当这些事正在进行之时,西塞罗正带着弟弟身处图斯库鲁姆附近的自家庄园。他们得悉公敌宣告后,决意先迁往西塞罗位于海滨的阿斯图拉庄园,再自该地扬帆前往马其顿投奔布鲁图斯;因为当时已有传闻称布鲁图斯在那里握有重权。他们因悲痛交加而心力交瘁,只得乘轿而行;途中每每停轿相对,彼此同声哀泣。
μᾶλλον δʼ ὁ Κόιντος ἠθύμει, καὶ λογισμὸς αὐτὸν εἰσῄει τῆς ἀπορίας· οὐδὲν γὰρ ἔφη λαβεῖν οἴκοθεν, ἀλλὰ καὶ τῷ Κικέρωνι γλίσχρον ἦν ἐφόδιον ἄμεινον οὖν εἶναι1 τὸν μὲν Κικέρωνα προλαμβάνειν τῇ φυγῇ, αὐτὸν δὲ μεταθεῖν οἴκοθεν συσκευασάμενον. ταῦτʼ ἔδοξε· καὶ περιλαβόντες ἀλλήλους καὶ ἀνακλαυσάμενοι διελύθησαν.
昆图斯尤为心灰意冷,其贫乏窘迫之虑涌上心头。因他说自己未曾从家中带来分文,而西塞罗的旅费亦甚微薄,故而不如由西塞罗先行逃亡,自己回府打点行装随后追赶。计议遂定;两人相互拥抱痛哭一场,就此分手。
ὁ μὲν οὖν Κόιντος οὐ πολλαῖς ὕστερον ἡμέραις ὑπὸ τῶν οἰκετῶν προδοθεὶς τοῖς ζητοῦσιν ἀνῃρέθη μετὰ τοῦ παιδός. ὁ δὲ Κικέρων εἰς Ἄστυρα κομισθεὶς καὶ πλοῖον εὑρών εὐθὺς ἐνέβη καὶ παρέπλευσεν ἄχρι Κιρκαίου, πνεύματι χρώμενος. ἐκεῖθεν δὲ βουλομένων εὐθὺς αἴρειν τῶν κυβερνητῶν, εἴτε δείσας τὴν θάλασσαν εἴτʼ οὔπω παντάπασι τὴν Καίσαρος ἀπεγνωκὼς πίστιν, ἀπέβη καὶ παρῆλθε πεζῇ σταδίους ἑκατὸν ὡς εἰς Ῥώμην πορευόμενος.
然而不久之后,昆图斯便因仆人出卖而落入搜捕者之手,与其子一同罹难。西塞罗被送到阿斯图拉并寻得船只后,随即登船顺风沿岸航行至基尔凯乌姆。船夫欲自该地即刻启航,但他或许是畏惧风浪,抑或尚未对恺撒的信义完全绝望,便上了岸,徒步前行了一百斯塔德,宛如正向罗马进发。
αὖθις δʼ ἀλύων καὶ μεταβαλλόμενος κατῄει πρὸς θάλασσαν εἰς Ἄστυρα. κἀκεῖ διενυκτέρευσεν ἐπὶ δεινῶν καὶ ἀπόρων λογισμῶν, ὥστε καὶ παρελθεῖν εἰς τὴν Καίσαρος οἰκίαν διενοήθη κρύφα καὶ σφάξας ἑαυτὸν ἐπὶ τῆς ἑστίας ἀλάστορα προσβαλεῖν.2 ἀλλὰ καὶ ταύτης αὐτὸν ἀπέκρουσε τῆς ὁδοῦ δέος βασάνων καὶ πολλὰ ταραχώδη καὶ παλίντροπα βουλεύματα τῆς γνώμης μεταλαμβάνων παρέδωκε τοῖς οἰκέταις ἑαυτὸν εἰς Καιήτην κατὰ πλοῦν κομίζειν, ἔχων ἐκεῖ χωρία καὶ καταφυγὴν ὥρᾳ θέρους φιλάνθρωπον, ὅταν ἥδιστον οἱ ἐτησίαι καταπνέωσιν.
但继而他又彷徨不定,改变主意,重返阿斯图拉的海滨。他在那里彻夜沉浸在可怕而走投无路的思虑之中,以致竟企图潜入恺撒家中,在炉灶前自刎,从而将复仇之恶灵加诸其身。然而对酷刑的恐惧同样打消了他这条念头;心意几经纷乱与反复之后,他任由仆人们乘船将他运往卡埃塔,他在那里拥有一处产业,在季风吹拂最宜人的夏日,是一处适意的避暑疗养之所。
ἔχει δʼ ὁ τόπος καὶ ναὸν Ἀπόλλωνος μικρὸν ὑπὲρ τῆς θαλάττης. ἐντεῦθεν ἀρθέντες ἀθρόοι κόρακες ὑπὸ κλαγγῆς προσεφέροντο τῷ πλοίῳ τοῦ Κικέρωνος ἐπὶ γῆν ἐρεσσομένῳ· καὶ καθίσαντες ἐπὶ τὴν κεραίαν ἑκατέρωθεν οἱ μὲν ἐβόων, οἱ δʼ ἔκοπτον τὰς τῶν μηρυμάτων ἀρχάς, καὶ πᾶσιν ἐδόκει τὸ σημεῖον εἶναι πονηρόν. ἀπέβη δʼ οὖν ὁ Κικέρων, καὶ παρελθὼν εἰς τὴν ἔπαυλιν ὡς ἀναπαυσόμενος κατεκλίθη.
该地在海滨上方亦有一座阿波罗小庙。一群乌鸦自庙中喧噪腾空而起,扑向西塞罗正划向陆地的船只;它们停在帆桁两端,有的聒噪不休,有的啄扯绳索的末端,众人都视此为不祥之兆。西塞罗终究还是上了岸,进入庄园别墅内躺卧歇息。
τῶν δὲ κοράκων οἱ πολλοὶ μὲν ἐπὶ τῆς θυρίδος διεκάθηντο φθεγγόμενοι θορυβῶδες, εἷς δὲ καταβὰς ἐπὶ τὸ κλινίδιον ἐγκεκαλυμμένου τοῦ Κικέρωνος ἀπῆγε τῷ στόματι κατὰ μικρὸν ἀπὸ τοῦ προσώπου τὸ ἱμάτιον. οἱ δʼ οἰκέται ταῦθʼ ὁρῶντες, καὶ κακίσαντες ἑαυτοὺς εἰ περιμένουσι3 τοῦ δεσπότου φονευομένου θεαταὶ γενέσθαι, θηρία δʼ αὐτῷ βοηθεῖ καὶ προκήδεται παρʼ ἀξίαν πράττοντος, αὐτοὶ δʼ οὐκ ἀμύνουσι, τὰ μὲν δεόμενοι, τὰ δὲ βίᾳ λαβόντες ἐκόμιζον ἐν τῷ φορείῳ πρὸς τὴν θάλασσαν.
多数乌鸦停留在窗前喧腾乱叫,其中一只则飞落到蒙面躺卧的西塞罗床榻上,用喙一点点将斗篷从他脸上拉开。仆人们见此情景,深感自愧:若自己坐等成为主人惨遭杀害的看客,连禽兽尚且在主人横遭厄运之际相助眷顾,自己却坐视不救,岂非大逆不道?于是他们一面苦苦哀求,一面半带强迫地将他扶入轿中,抬往海滨。
- 47.2οὐδὲν γὰρ ἔφη λαβεῖν οἴκοθεν, ἀλλὰ καὶ τῷ Κικέρωνι γλίσχρον ἦν ἐφόδιον· ἄμεινον οὖν εἶναι
由 ἔφη 支配的间接引语,在连词 οὖν 的承接下以不定式 ἄμεινον ... εἶναι 继续展开。即便中间插入了直陈式分句(ἦν ἐφόδιον),报告昆图斯想法的间接引语结构仍然得以延续。
- 47.4ἀλάστορα προσβαλεῖν
该习语将 ἀλάστωρ(复仇之神、诅咒怨灵)与 προσβάλλω(加诸、降祸于)结合。通过在象征家庭守护神的灶台(ἑστία)前自刎,意图将不可消除的诅咒或复仇恶灵永远附着在恺撒身上。
- 47.6κακίσαντες ἑαυτοὺς εἰ περιμένουσι
接在表示责备、指责的动词 κακίζω 之后的 εἰ 从句,功能类似于 ὅτι,用以说明责备自身的原因(“若/竟然坐视……而自责”)。直陈式现在时(περιμένουσι)指明了这一令人蒙羞的既成事实状态。
