- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:46.1-46.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维就任执政官后抛弃西塞罗,转与安东尼及雷必达结盟瓜分大权,并在波诺尼亚秘密会谈中通过相互让步将西塞罗等人列入公敌宣告名单。
ἐνταῦθα μέντοι μάλιστα Κικέρων ἐπαρθεὶς ὑπὸ νέου γέρων καὶ φενακισθεὶς καὶ συναρχαιρεσιάσας καὶ παρασχὼν αὐτῷ τὴν σύγκλητον εὐθὺς μὲν ὑπὸ τῶν φίλων αἰτίαν εἶχεν, ὀλίγῳ δʼ ὕστερον αὑτὸν ἀπολωλεκὼς ᾔσθετο1 καὶ τοῦ δήμου προέμενος τὴν ἐλευθερίαν.
正是在此时,西塞罗身为老者却受一青年的蛊惑与欺骗,不仅与他一同竞选,更为他争取到元老院的支持;西塞罗随即招致友人的谴责,不久之后便发觉自己已自取灭亡,且断送了人民的自由。
αὐξηθεὶς γὰρ ὁ νεανίας καὶ τὴν ὑπατείαν λαβών Κικέρωνα μὲν εἴασε χαίρειν,2 Ἀντωνίῳ δὲ καὶ Λεπίδῳ φίλος γενόμενος καὶ τὴν δύναμιν εἰς ταὐτὸ συνενεγκών, ὥσπερ ἄλλο τι κτῆμα, τὴν ἡγεμονίαν ἐνείματο πρὸς αὐτούς, καὶ κατεγράφησαν ἄνδρες οὓς ἔδει θνῄσκειν, ὑπὲρ διακοσίους. πλείστην δὲ τῶν ἀμφισβητημάτων αὐτοῖς ἔριν ἡ Κικέρωνος προγραφὴ παρέσχεν, Ἀντωνίου μὲν ἀσυμβάτως ἔχοντος εἰ μὴ πρῶτος ἐκεῖνος ἀποθνῄσκοι, Λεπίδου δʼ Ἀντωνίῳ προστιθεμένου, Καίσαρος δὲ πρὸς ἀμφοτέρους ἀντέχοντος.
因为那青年得势并获取执政官职位之后,便将西塞罗弃之不顾,反而与安东尼及雷必达结为同盟,并将兵权汇为一体,如同瓜分其他产业一般与他们瓜分了最高统治权;随之被列入应处死名单者超过二百人。在他们的纷争中,西塞罗的公敌宣告引发了最激烈的冲突:安东尼坚持除非西塞罗最先受死否则绝不妥协,雷必达附和安东尼,而恺撒则抵抗二人。
ἐγίνοντο δʼ αἱ σύνοδοι μόνοις ἀπόρρητοι περὶ πόλιν Βονωνίαν ἐφʼ ἡμέρας τρεῖς, καὶ συνῄεσαν εἰς τόπον τινὰ πρόσω τῶν στρατοπέδων ποταμῷ περιρρεόμενον. λέγεται δὲ τὰς πρώτας ἡμέρας διαγωνισάμενος ὑπὲρ τοῦ Κικέρωνος ὁ Καῖσαρ ἐνδοῦναι τῇ τρίτῃ καὶ προέσθαι τὸν ἄνδρα, τὰ δὲ τῆς ἀντιδόσεως οὕτως εἶχεν.
秘密会晤仅由他们单独在博诺尼亚城附近进行,为期三天;他们会合于一处远离军营、由河流环绕的地点。据说,恺撒在最初几天竭力为西塞罗抗争,但在第三天屈服并放弃了他。
ἔδει Κικέρωνος ἐκστῆναι3 Καίσαρα, Παύλου δὲ τἀδελφοῦ Λέπιδον, Λευκίου δὲ Καίσαρος Ἀντώνιον, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός, οὕτως ἐξέπεσον ὑπὸ θυμοῦ καὶ λύσσης τῶν ἀνθρωπίνων λογισμῶν, μᾶλλον δʼ ἀπέδειξαν ὡς οὐδὲν ἀνθρώπου θηρίον ἐστὶν ἀγριώτερον ἐξουσίαν πάθει προσλαβόντος.4
而这场相互交换的条件如下: 恺撒必须交出西塞罗,雷必达让出其兄长鲍卢斯,而安东尼则须让出自己的母舅卢基乌斯·恺撒。他们在愤怒与狂暴的驱使下竟如此背离人类的理性,甚而证明了:没有任何野兽比在激情之上又获得权力的人更为凶残。
- 46.1αὑτὸν ἀπολωλεκὼς ᾔσθετο
知觉动词 ᾔσθετο (αἰσθάνομαι) 带完成时分词 ἀπολωλεκώς 作补足成分。由于认知主体觉察的是自身的行为,分词采用主格,并带有反身代词宾语 αὑτόν。
- 46.2εἴασε χαίρειν
短语 ἐάω χαίρειν 是一习语,意为“向……道别”、“置之不理”或“遗弃”(此处支配宾格 Κικέρωνα)。
- 46.4Κικέρωνος ἐκστῆναι
由非人称动词 ἔδει 引导的带宾格的不定词结构的一部分。动词 ἐξίσταμαι 支配属格(Κικέρωνος),表示“让出”、“交出”或“放弃”。后文的 Παύλου... Λέπιδον 与 Λευκίου δὲ Καίσαρος Ἀντώνιον 亦承袭此句式(省略了不定词),表示各自交出亲人。
- 46.4οὐδὲν ἀνθρώπου θηρίον ἐστὶν ἀγριώτερον ἐξουσίαν πάθει προσλαβόντος
在与比较级 ἀγριώτερον 的搭配中,ἀνθρώπου 作比较属格,并由分词短语 ἐξουσίαν πάθει προσλαβόντος 修饰。其中 πάθει 为复合动词 προσλαμβάνω(“在……之外又获得”)所支配的与格(“在激情之上”),ἐξουσίαν 作分词 προσλαβόντος 的直接宾语。
