← 普鲁塔克

格拉古兄弟传

§Tiberius.2.1-Tiberius.2.5

提比略与盖约在性格与演说风格上的对比

普鲁塔克详述了格拉古兄弟虽同具美德,但在相貌、演说举止、文风、生活方式与性格上存在的鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.2.1

ἐπεὶ δέ, ὥσπερ ἡ τῶν πλασσομένων καὶ γραφομένων Διοσκούρων ὁμοιότης ἔχει τινὰ τοῦ πυκτικοῦ πρὸς τὸν δρομικὸν1 ἐπὶ τῆς μορφῆς διαφοράν, οὕτω τῶν νεανίσκων ἐκείνων ἐν πολλῇ τῇ πρὸς ἀνδρείαν καὶ σωφροσύνην, ἔτι δὲ ἐλευθεριότητα καὶ λογιότητα καὶ μεγαλοψυχίαν ἐμφερείᾳ μεγάλαι περὶ τὰ ἔργα καὶ τὰς πολιτείας οἷον ἐξήνθησαν καὶ διεφάνησαν ἀνομοιότητες, οὐ χεῖρον εἶναί μοι δοκεῖ ταύτας προεκθέσθαι.

正如雕塑和绘画中的狄奥斯库洛伊兄弟虽面貌相似,但在形体上却显出拳手与跑者之间的某种差异,这两位青年也是如此:尽管在勇敢、节制、慷慨、雄辩与气度上有着极大的相似,但在事功与政治生涯方面,却宛如绽放般显露出巨大的差异,因此我认为不妨将这些差异先行道明。

§Tiberius.2.2

πρῶτον μὲν οὖν ἰδέᾳ προσώπου καὶ βλέμματι καὶ κινήματι πρᾶος καὶ καταστηματικὸς ἦν ὁ Τιβέριος, ἔντονος δὲ καὶ σφοδρὸς ὁ Γάϊος, ὥστε καὶ δημηγορεῖν τὸν μὲν ἐν μιᾷ χώρᾳ βεβηκότα κοσμίως, τὸν δὲ Ῥωμαίων πρῶτον ἐπὶ τοῦ βήματος περιπάτῳ τε χρήσασθαι καὶ περισπάσαι τήν τήβεννον ἐξ ὤμου λέγοντα, καθάπερ Κλέωνα τὸν Ἀθηναῖον ἱστόρηται περισπάσαι τε τήν περιβολὴν καὶ τὸν μηρὸν ἀλοῆσαι πρῶτον τῶν δημηγορούντων.

首先,在面容、目光和举止上,提比略温和而沉稳,盖约则热烈而激进;以至于在面对民众演说时,前者规矩地站立在一处,而后者却是罗马人中第一个在演说坛上来回踱步、并一边说话一边将托加长袍从肩头拉扯下来的人——正如史书记载,雅典人克里昂是在演说者中第一个扯开外袍、拍打大腿的人。

§Tiberius.2.3

ἔπειτα ὁ λόγος τοῦ μὲν Γαΐου φοβερὸς καὶ περιπαθὴς εἰς δείνωσιν, ἡδίων δὲ ὁ τοῦ Τιβερίου καὶ μᾶλλον ἐπαγωγὸς οἴκτου· τῇ δὲ λέξει καθαρὸς καὶ διαπεπονημένος ἀκριβῶς ἐκεῖνος, ὁ δὲ Γαΐου πιθανὸς καὶ γεγανωμένος. οὕτω δὲ καὶ περὶ δίαιταν καὶ τράπεζαν εὐτελὴς καὶ ἀφελὴς ὁ Τιβέριος, ὁ δὲ Γάιος τοῖς μὲν ἄλλοις παραβαλεῖν2 σώφρων καὶ αὐστηρός, τῇ δὲ πρὸς τὸν ἀδελφὸν διαφορᾷ νεοπρεπὴς καὶ περίεργος, ὡς οἱ περὶ Δροῦσον ἤλεγχον ὅτι δελφῖνας ἀργυροῦς ἐπρίατο τιμῆς εἰς ἑκάστην λίτραν δραχμῶν χιλίων καὶ διακοσίων πεντήκοντα,3 τῷ δὲ ἤθει κατὰ τήν τοῦ λόγου διαφορὰν ὁ μὲν ἐπιεικὴς καὶ πρᾶος, ὁ δὲ τραχὺς καὶ θυμοειδής, ὥστε καὶ παρὰ γνώμην ἐν τῷ λέγειν ἐκφερόμενον πολλάκις ὑπʼ ὀργῆς τήν τε φωνὴν ἀποξύνειν καὶ βλασφημεῖν καὶ συνταράττειν τὸν λόγον.

其次,盖约的言辞令人畏惧,充满煽动激情的威力,而提比略的演说则更为悦耳,更易引发怜悯之情;在辞藻上,提比略纯正而锤炼得十分精准,盖约的演说则富有说服力且辞采斐然。同样,在生活起居与餐桌饮食上,提比略简朴而质朴,而盖约若与旁人相比虽称得上节制严谨,但与兄长对比之下则显得新潮而讲究奢华,以至于德鲁苏斯一派曾指责他以每磅一千二百五十德拉克马的高价购买银海豚雕件;在品性上,恰如他们言辞上的差异,一人仁厚而温和,另一人则刚烈而躁狂,因此甚至常常违背本意,在演说中被怒火裹挟,以至于嗓音变得尖厉,出言不逊,把演说搞得杂乱无章。

§Tiberius.2.5

ὅθεν καὶ βοήθημα τῆς ἐκτροπῆς ἐποιήσατο ταύτης τὸν Λικίννιον, οἰκέτην οὐκ ἀνόητον, ὃς ἔχων φωνασκικὸν ὄργανον, ᾧ τοὺς φθόγγους ἀναβιβάζουσιν, ὄπισθεν ἑστὼς τοῦ Γαΐου λέγοντος, ὁπηνίκα τραχυνόμενον αἴσθοιτο τῇ φωνῇ καὶ παραρρηγνύμενον διʼ ὀργήν, ἐνεδίδου τόνον μαλακόν, ᾧ τὸ σφοδρὸν εὐθὺς ἐκεῖνος4 ἅμα τοῦ πάθους καὶ τῆς φωνῆς ἀνιεὶς ἐπραΰνετο καὶ παρεῖχεν ἑαυτὸν εὐανάκλητον.

因此,针对这一失态的毛病,他找来了聪慧的家奴利基尼乌斯作为补救。此人手持用于调节音准的发声笛,立在正在演说的盖约身后;每当察觉到盖约由于愤怒而声嘶力竭、情绪失控时,便吹奏出一个柔和的音调;盖约一听到这音调,便会立即收敛激情与嗓音的激烈,平静下来,使自己迅速恢复常态。

语法注4 条
  1. Tiberius.2.1τοῦ πυκτικοῦ πρὸς τὸν δρομικὸν

    此处为名词化的阳性单数形容词属格(τοῦ πυκτικοῦ)与宾格(τὸν δρομικὸν),指代狄奥斯库洛伊孪生兄弟的传统特征(拳手波鲁克斯与跑者卡斯托尔),表示“拳手相较于跑者在形态上的差异”。

  2. Tiberius.2.3τοῖς μὲν ἄλλοις παραβαλεῖν

    不定词 παραβαλεῖν 作限制性/说明性用法,与与格 τοῖς μὲν ἄλλοις(与其他人)连用,在句中起副词性限定作用,意为“若与他人相比”。

  3. Tiberius.2.4τιμῆς εἰς ἑκάστην λίτραν δραχμῶν χιλίων καὶ διακοσίων πεντήκοντα

    τιμῆς 为价格属格,与具体数额的属格 δραχμῶν χιλίων... 呼应,中间插入了表示分配的前置词短语 εἰς ἑκάστην λίτραν(每磅),构成隔置(hyperbaton),意为“以每磅一千二百五十德拉克马的价格”。

  4. Tiberius.2.5ᾧ τὸ σφοδρὸν εὐθὺς ἐκεῖνος

    关系代词 ᾧ 为手段与格,其先行词为前文柔和的音调(τόνον μαλακόν),用作分词 ἀνιείς 和主动词 ἐπραΰνετο 的手段/依据,意为“借助这一音调,他……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.2.1-Tiberius.2.5