- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.1.1-Tiberius.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了格拉古兄弟之父提比略的显赫生平及其高尚的舍身赴死,以及其母科尔内利亚孀居守节、悉心培育幸存二子的美德。
ἡμεῖς δὲ τὴν πρώτην ἱστορίαν ἀποδεδωκότες ἔχομεν οὐκ ἐλάττονα πάθη τούτων ἐν τῇ Ῥωμαϊκῇ συζυγίᾳ θεωρῆσαι,1 τὸν Τιβερίου καὶ Γαΐου βίον ἀντιπαραβάλλοντες. οὗτοι Τιβερίου Γράγχου παῖδες ἦσαν, ᾧ τιμητῇ τε Ῥωμαίων γενομένῳ καὶ δὶς ὑπατεύσαντι καὶ θριάμβους δύο καταγαγόντι λαμπρότερον ἦν τὸ ἀπὸ τῆς ἀρετῆς ἀξίωμα·
我们在完成第一篇记述之后,通过将提比略与盖约的一生进行对比,也能够在罗马这组人物中观察到不逊于前者的苦难与波澜。他们是提比略·格拉古的儿子;这位父亲曾任罗马的监察官,两度担任执政官,并举行过两次凯旋式,但由其美德所带来的声誉甚至更加显赫。
διὸ καὶ τὴν Σκηπίωνος τοῦ καταπολεμήσαντος Ἀννίβαν θυγατέρα Κορνηλίαν, οὐκ ὢν φίλος, ἀλλὰ καὶ διάφορος τῷ ἀνδρὶ γεγονώς, λαβεῖν ἠξιώθη μετὰ τὴν ἐκείνου τελευτήν. λέγεται δέ ποτε συλλαβεῖν αὐτὸν ἐπὶ τῆς κλίνης ζεῦγος δρακόντων, τοὺς δὲ μάντεις σκεψαμένους τὸ τέρας ἄμφω μὲν οὐκ ἐᾶν ἀνελεῖν οὐδὲ ἀφεῖναι, περὶ δὲ θατέρου διαιρεῖν, ὡς ὁ μὲν ἄρρην τῷ Τιβερίῳ φέροι θάνατον ἀναιρεθείς, ἡ δὲ θήλεια τῇ Κορνηλίᾳ.
正因如此,他虽非击败汉尼拔的西庇阿生前之友,甚至曾与其交恶,但在西庇阿死后,仍被认为配得上迎娶其女科尔内利亚。据说有一次,他在床上抓到了一对蛇,占卜官勘验这一凶兆后,既不许将二者尽皆诛杀,亦不许尽行放生,而是就二者作出分别:若杀雄蛇,将给提比略带来死亡;若杀雌蛇,则会降祸于科尔内利亚。
τὸν οὖν Τιβέριον καὶ φιλοῦντα τὴν γυναῖκα, καὶ μᾶλλον αὐτῷ προσήκειν ὄντι πρεσβυτέρῳ τελευτᾶν ἡγούμενον ἔτι νέας οὔσης ἐκείνης, τὸν μὲν ἄρρενα κτεῖναι τῶν δρακόντων, ἀφεῖναι δὲ τὴν θήλειαν2 εἶτα ὕστερον οὐ πολλῷ χρόνῳ τελευτῆσαι, δεκαδύο παῖδας ἐκ τῆς Κορνηλίας αὐτῷ γεγονότας καταλιπόντα.
于是提比略深爱其妻,又认为自己年长而妻子尚幼,由自己去死更为合宜,遂击杀了其中的雄蛇,而放走了雌蛇;此后不久他便离世,留下了科尔内利亚为他诞下的十二个子女。
Κορνηλία δὲ ἀναλαβοῦσα τοὺς παῖδας καὶ τὸν οἶκον, οὕτω σώφρονα καὶ φιλότεκνον καὶ μεγαλόψυχον αὑτὴν παρέσχεν ὥστε μὴ κακῶς δόξαι βεβουλεῦθαι τὸν Τιβέριον ἀντὶ τοιαύτης γυναικὸς ἀποθανεῖν ἑλόμενον, ἥ γε καὶ Πτολεμαίου τοῦ βασιλέως κοινουμένου τὸ διάδημα καὶ μνωμένου τὸν γάμον αὐτῆς ἠρνήσατο, καὶ χηρεύουσα τοὺς μὲν ἄλλους ἀπέβαλε παῖδας, μίαν δέ τῶν θυγατέρων, ἣ Σκηπίωνι τῷ νεωτέρῳ συνῴκησε, καὶ δύο υἱοὺς, περὶ ὧν τάδε γέγραπται, Τιβέριον καὶ Γάϊον, διαγενομένους οὕτω φιλοτίμως ἐξέθρεψεν ὥστε πάντων εὐφυεστάτους Ῥωμαίων ὁμολογουμένως γεγονότας πεπαιδεῦσθαι δοκεῖν βέλτιον ἢ πεφυκέναι πρὸς ἀρετήν.3
科尔内利亚接管了子女与家务,展现出极高的克制、慈爱与崇高的气魄,以至于人们认为提比略选择替这样一位妇人受死决非不智之策;她甚至在普托勒密国王提出共享王冠、向她求婚时也予以拒绝。她在孀居之中虽痛失其他子女,但对活了下来的一个嫁与小西庇阿的女儿,以及本书所记述的两个儿子——提比略与盖约,抚育得极为用心,以至于他们公认虽生来是罗马人中天赋最出众者,人们却认为他们在德行方面受教养的造就还要甚于天然的秉赋。
- Tiberius.1.1ἔχομεν οὐκ ἐλάττονα πάθη τούτων ἐν τῇ Ῥωμαϊκῇ συζυγίᾳ θεωρῆσαι
动词 ἔχομεν 后接不定式 θεωρῆσαι,构成“能够/可以做某事”(ἔχω + 不定式)的句式。οὐκ ἐλάττονα πάθη τούτων 是不定式 θεωρῆσαι 的宾语,其中 τούτων 为比较属格,指代前一篇传记中阿吉斯与克里昂米尼所经历的苦难。
- Tiberius.1.3τὸν οὖν Τιβέριον ... κτεῖναι τῶν δρακόντων, ἀφεῖναι δὲ τὴν θήλειαν
此处延续了由前句 λέγεται(据说)所统辖的“带对格的不定式”间接引语结构。主语为对格 τὸν Τιβέριον,主要不定式谓语为 κτεῖναι、ἀφεῖναι 以及随后的 τελευτῆσαι。分词 φιλοῦντα 与 ἡγούμενον 与对格主语 τὸν Τιβέριον 一致,说明其行动的动机。
- Tiberius.1.5πάντων εὐφυεστάτους Ῥωμαίων ὁμολογουμένως γεγονότας πεπαιδεῦσθαι δοκεῖν βέλτιον ἢ πεφυκέναι πρὸς ἀρετήν
结果从句(ὥστε...)内部的复杂结构。对格分词短语 πάντων εὐφυεστάτους Ῥωμαίων ... γεγονότας 带有让步意味(“尽管公认生来是天赋最出众者”),充当 πεπαιδεῦσθαι δοκεῖν 的逻辑主语。比较级结构 βέλτιον ἢ πεφυκέναι πρὸς ἀρετήν 构成后天教养与先天秉赋在趋向德行(πρὸς ἀρετήν)上的对比。
